§1.82.1ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαίμονα.
そこで彼は、他の同盟諸国へも、そしてとりわけラケダイモンへと(使者を)送った。
τοῖσι δὲ καὶ αὐτοῖσι τοῖσι Σπαρτιήτῃσι κατʼ αὐτὸν τοῦτον τὸν χρόνον συνεπεπτώκεε ἔρις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης·
一方、スパルタ人自身にとってもまた、ちょうど同じ時期に、テュレアと呼ばれる土地をめぐってアルゴス人との間に生じていた紛争が持ち上がっていた。
§1.82.2τὰς γὰρ Θυρέας ταύτας ἐούσας τῆς Ἀργολίδος μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι.
というのも、アルゴリス地方の一部であったこのテュレアを、ラケダイモン人は切り取って領有していたからである。
ἦν δὲ καὶ ἡ μέχρι Μαλέων ἡ πρὸς ἑσπέρην Ἀργείων, ἥ τε ἐν τῇ ἠπείρῳ χώρῇ καὶ ἡ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων.
また、マレアに至る西側の領域もアルゴス人のものであり、それには本土の地域だけでなく、キュテラ島やその他の島々も含まれていた。
§1.82.3βοηθησάντων δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ, ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι, ὁκότεροι δʼ ἂν περιγένωνται, τούτων εἶναι τὸν χῶρον·
アルゴス人は自分たちから切り取られた土地を救うべく救援に赴いたが、そこで両軍は話し合いを行い、次のように合意した。 すなわち、双方から三百人ずつが戦い、生き残った側の土地とすること。
τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων, τῶνδε εἵνεκεν ἵνα μὴ παρεόντων τῶν στρατοπέδων ὁρῶντες οἱ ἕτεροι ἑσσουμένους τοὺς σφετέρους ἀπαμύνοιεν.
そして、双方の主力軍はそれぞれ自国へ立ち去り、戦闘が行われている間は留まらないこと。 これは、軍勢がその場に居合わせると、自軍の敗色を見て、他方が救助に乗り出さないようにするためであった。
§1.82.4συνθέμενοι ταῦτα ἀπαλλάσσοντο, λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον.
このように合意を交わして彼らは立ち去り、双方から残された選り抜きの者たちが戦った。
μαχομένων δὲ σφέων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς, Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος, Λακεδαιμονίων δὲ Ὀθρυάδης·
勝負が拮抗する中、六百人のうち三人だけが生き残った。 アルゴス人ではアルケノルとクロミオス、ラケダイモン人ではオトリュアデスである。
ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης.
彼らが生き残ったのは、夜が訪れたときであった。
§1.82.5οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος, ὁ δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν.
アルゴス人の二人は、自分たちが勝利したと考えてアルゴスへ走った。 一方、ラケダイモン人のオトリュアデスは、アルゴス人の死体から武具を剥ぎ取って自身の陣地へと運び、自分の配置に留まっていた。
ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι.
翌日、双方の主力軍が状況を確かめるためにやって来た。
§1.82.6τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν, λέγοντες οἳ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι, οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας, τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς·
しばらくの間、双方が自らの勝利を主張した。 一方は自分たちの方が多く生き残ったと言い、他方は前者が逃亡したことを指摘し、自方の者が留まって死体から武具を剥ぎ取ったのだと主張した。
§1.82.7τέλος δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο, πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι.
ついに、この言い争いから激突して戦いになり、双方とも多くの者が倒れたものの、ラケダイモン人が勝利した。
Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς, πρότερον ἐπάναγκες κομῶντες, ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα, μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν, πρὶν Θυρέας ἀνασώσωνται.
この時以来、アルゴス人は頭髪を剃り落とし(それまでは義務として長く伸ばしていたのだが)、テュレアを取り戻すまではアルゴス人の誰もが髪を伸ばさず、妻たちも金飾りの身につけないという、法と呪いの誓いを立てた。
§1.82.8Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον·
ラケダイモン人はこれとは逆の法を立てた。
οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν.
すなわち、それまでは髪を伸ばしていなかったが、この時からは髪を伸ばすことにしたのである。
τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην, αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν.
しかし、三百人の中で唯一生き残ったオトリュアデスについては、戦友たちが戦死したのに自分だけスパルタへ帰ることを恥とし、まさにそのテュレアの地で自ら命を絶ったと人々は伝えている。