Humanitext Reader

希罗多德 · 历史 §1.69.1-1.69.4

克罗伊索斯与斯巴达结盟

第 69 段,共 1577 段 · 希腊语

内容简介

克罗伊索斯得知斯巴达的强盛后派遣使者请求结盟。斯巴达人鉴于神谕以及此前克罗伊索斯赠金的恩惠,欣然同意并与吕底亚结盟。

§1.69.1ταῦτα δὴ ὦν πάντα πυνθανόμενος ὁ Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶρά τε φέροντας καὶ δεησομένους συμμαχίης, ἐντειλάμενός τε τὰ λέγειν χρῆν.
克罗伊索斯得知了所有这些情况,便派遣使者前往斯巴达,让他们携带礼物并请求结盟,同时吩咐了他们应当说的话。
οἳ δὲ ἐλθόντες ἔλεγον §1.69.2ἔπεμψε ἡμέας Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς, λέγων τάδε. ὦ Λακεδαιμόνιοι, χρήσαντος τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσθέσθαι, ὑμέας γὰρ πυνθάνομαι προεστάναι τῆς Ἑλλάδος, ὑμέας ὦν κατὰ τὸ χρηστήριον προσκαλέομαι φίλος τε θέλων γενέσθαι καὶ σύμμαχος ἄνευ τε δόλου καὶ ἀπάτης.
使者们抵达后,说道: “吕底亚人及其他各族的国王克罗伊索斯派遣我们来,传达如下旨意:斯巴达人啊,既然神明降下神谕,让拉拢希腊人做朋友,而我得知你们是希腊的领袖,因此,我遵循神谕向你们发出邀请,愿毫无欺瞒与诡诈地成为你们的朋友和盟友。
§1.69.3Κροῖσος μὲν δὴ ταῦτα διʼ ἀγγέλων ἐπεκηρυκεύετο, Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῳ γενόμενον ἥσθησάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὅρκια ξεινίης πέρι καὶ συμμαχίης· καὶ γὰρ τινὲς αὐτοὺς εὐεργεσίαι εἶχον ἐκ Κροίσου πρότερον ἔτι γεγονυῖαι.
” 克罗伊索斯通过使者传达了这些提议,而拉斯代梦人自己也听闻了降给克罗伊索斯的神谕,对吕底亚使者的到来感到十分高兴,并结成了友好和同盟的誓约;因为在此之前,他们便已得到过克罗伊索斯的恩惠。
§1.69.4πέμψαντες γὰρ οἱ Λακεδαιμόνιοι ἐς Σάρδις χρυσὸν ὠνέοντο, ἐς ἄγαλμα βουλόμενοι χρήσασθαι τοῦτο τὸ νῦν τῆς Λακωνικῆς ἐν Θόρνακι ἵδρυται Ἀπόλλωνος· Κροῖσος δέ σφι ὠνεομένοισι ἔδωκε δωτίνην.
因为拉斯代梦人曾派人前往萨迪斯购买黄金,打算将其用于如今立在拉科尼亚索纳克斯的阿波罗神像;而当他们购买黄金时,克罗伊索斯却直接作为礼物赠送给了他们。

词汇与语法注释

  1. 1.69.1τὰ λέγειν χρῆν — 关系代名词 ἃ 被省略或融合的结构,后接未完成过去时非人称动词 χρῆν(ἐχρῆν 的伊奥尼亚方言形式),意为“应当说的话”。
  2. 1.69.2τὸν Ἕλληνα φίλον προσθέσθαι — 不定式 προσθέσθαι 是 προστίθημι 的不定过去时中间语态,带有“将……拉拢到自己一边(结为盟友)”的反身含义。单数形式的 τὸν Ἕλληνα 具有总称意义,指代“希腊人(整体)”。
  3. 1.69.2ὑμέας γὰρ πυνθάνομαι προεστάναι — 动词 πυνθάνομαι(我听说)支配对格加不定式结构(A.C.I.),其中对格 ὑμέας 是不定式的逻辑主语,προεστάναι(προΐστημι 的完成时主动不定式,支配属格)是谓语,整句意为“因为我听说你们正是(希腊的)领袖”。
  4. 1.69.3τινὲς αὐτοὺς εὐεργεσίαι εἶχον ... γεγονυῖαι — 未完成过去时动词 εἶχον 与完成时主动分词 γεγονυῖαι 结合,描述了过去行为所带来的持续状态。字面意思是“某些恩惠(εὐεργεσίαι)已经发生(γεγονυῖαι)并维系着他们(αὐτού斯)”,意即他们此前已经得到了克罗伊索斯的恩惠。
  5. 1.69.4ὠνεομένοισι — 动词 ὠνέομαι(购买)的现在时分词与格形式,在此处带有“企图/尝试(conative)”的含义,指“正打算购买(黄金的他们)”,而非已经购买完成。

引用这一段

希罗多德, 历史 §1.69.1-1.69.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.69.1-1.69.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。