§1.69.1ταῦτα δὴ ὦν πάντα πυνθανόμενος ὁ Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶρά τε φέροντας καὶ δεησομένους συμμαχίης, ἐντειλάμενός τε τὰ λέγειν χρῆν.
Croesus, learning all these things, sent messengers to Sparta bearing gifts and to ask for an alliance, having instructed them what they should say.
οἳ δὲ ἐλθόντες ἔλεγον §1.69.2ἔπεμψε ἡμέας Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς, λέγων τάδε. ὦ Λακεδαιμόνιοι, χρήσαντος τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσθέσθαι, ὑμέας γὰρ πυνθάνομαι προεστάναι τῆς Ἑλλάδος, ὑμέας ὦν κατὰ τὸ χρηστήριον προσκαλέομαι φίλος τε θέλων γενέσθαι καὶ σύμμαχος ἄνευ τε δόλου καὶ ἀπάτης. §1.69.3Κροῖσος μὲν δὴ ταῦτα διʼ ἀγγέλων ἐπεκηρυκεύετο, Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῳ γενόμενον ἥσθησάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὅρκια ξεινίης πέρι καὶ συμμαχίης· καὶ γὰρ τινὲς αὐτοὺς εὐεργεσίαι εἶχον ἐκ Κροίσου πρότερον ἔτι γεγονυῖαι.
And they, having arrived, said: "Croesus, king of the Lydians and of other nations, has sent us, saying as follows: 'O Lacedaemonians, since the god has declared by oracle that I should make the Greek my friend, and because I learn that you are the leaders of Greece, I therefore invite you according to the oracle, wishing to become your friend and ally without guile or deceit.'" Thus Croesus made his proposal through the messengers, and the Lacedaemonians, having themselves also heard of the oracle given to Croesus, were pleased with the arrival of the Lydians and made oaths of friendship and alliance; for indeed some benefits had already been done to them by Croesus even before this.
§1.69.4πέμψαντες γὰρ οἱ Λακεδαιμόνιοι ἐς Σάρδις χρυσὸν ὠνέοντο, ἐς ἄγαλμα βουλόμενοι χρήσασθαι τοῦτο τὸ νῦν τῆς Λακωνικῆς ἐν Θόρνακι ἵδρυται Ἀπόλλωνος· Κροῖσος δέ σφι ὠνεομένοισι ἔδωκε δωτίνην.
For the Lacedaemonians, having sent to Sardis, were trying to buy gold, wishing to use it for the statue of Apollo which is now set up at Thornax in Laconia; and Croesus gave it to them as a free gift when they were trying to buy it.