Humanitext Reader

希罗多德 · 历史 §1.68.1-1.68.6

利卡斯发现并移走奥雷斯特斯遗骨

第 68 段,共 1577 段 · 希腊语

内容简介

斯巴达的利卡斯通过在特格亚一家铁匠铺的谈话和观察,解开了神谕的谜题,发现了奥雷斯特斯的巨人遗骨并将其带回斯巴达,从而使斯巴达在战争中占据上风。

§1.68.1τούτων ὦν τῶν ἀνδρῶν Λίχης ἀνεῦρε ἐν Τεγέῃ καὶ συντυχίῃ χρησάμενος καὶ σοφίῃ.
在这群人中,利卡斯凭着运气和智慧在特格亚找到了它。
ἐούσης γὰρ τοῦτον τὸν χρόνον ἐπιμιξίης πρὸς τοὺς Τεγεήτας, ἐλθὼν ἐς χαλκήιον ἐθηεῖτο σίδηρον ἐξελαυνόμενον, καὶ ἐν θώματι ἦν ὀρέων τὸ ποιεόμενον.
因为当时斯巴达人与特格亚人有往来,他去了一家铁匠铺,观看铁器如何被锻造,看着正在进行的工序,他感到十分惊奇。
§1.68.2μαθὼν, δέ μιν ὁ χαλκεὺς ἀποθωμάζοντα εἶπε παυσάμενος τοῦ ἔργου ἦ κου ἄν, ὦ ξεῖνε Λάκων εἴ περ εἶδες τό περ ἐγώ, κάρτα ἂν ἐθώμαζες, ὅκου νῦν οὕτω τυγχάνεις θῶμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου.
铁匠察觉到他在惊奇,便放下手头的活对他说:“拉栖代梦的异乡人啊,如果你见过我所见过的东西,你一定会极其惊讶,既然现在你看着锻铁的过程就如此惊奇。
§1.68.3ἐγὼ γὰρ ἐν τῇδε θέλων τῇ αὐλῇ φρέαρ ποιήσασθαι, ὀρύσσων ἐπέτυχον σορῷ ἑπταπήχεϊ·
因为我本来想在这个院子里挖一口井,在挖掘时,偶然发现了一具长达七个库比特的棺材。
ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν ἄνοιξα αὐτὴν καὶ εἶδον τὸν νεκρὸν μήκεϊ ἴσον ἐόντα τῇ σορῷ· μετρήσας δὲ συνέχωσα ὀπίσω.
由于不相信曾经有过比现在的人还要高大的人,我打开了它,看见里面的尸体和棺材一样长;我测量之后,又把土重新盖上了。
ὃ μὲν δή οἱ ἔλεγε τά περ ὀπώπεε, ὁ δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστεα κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι, τῇδε συμβαλλόμενος· §1.68.4τοῦ χαλκέος δύο ὁρέων φύσας τοὺς ἀνέμους εὕρισκε ἐόντας, τὸν δὲ ἄκμονα καὶ τὴν σφῦραν τόν τε τύπον καὶ τὸν ἀντίτυπον, τὸν δὲ ἐξελαυνόμενον σίδηρον τὸ πῆμα ἐπὶ πήματι κείμενον, κατὰ τοιόνδε τι εἰκάζων, ὡς ἐπὶ κακῷ ἀνθρώπου σίδηρος ἀνεύρηται.
” 铁匠向他讲述了自己所看到的一切,而利卡斯仔细思考了这些话,推测根据神谕,这个人就是奥雷斯特斯,他是这样推测的:看到铁匠的两具风箱,他发现它们就是神谕中的“双风”,金砧和铁锤就是“打击与反击”,而正在被锻造的铁器就是“灾难重叠在灾难之上”,他如此比拟,是认为铁是为了给人类带来灾难而被发明出来的。
§1.68.5συμβαλόμενος δὲ ταῦτα καὶ ἀπελθὼν ἐς Σπάρτην ἔφραζε Λακεδαιμονίοσσι πᾶν τὸ πρῆγμα.
他推测出这些后,回到斯巴达,向拉栖代梦人报告了整件事。
οἳ δὲ ἐκ λόγου πλαστοῦ ἐπενείκαντὲς οἱ αἰτίην ἐδίωξαν.
他们便通过编造的罪名对他起诉并予以驱逐。
ὁ δὲ ἀπικόμενος ἐς Τεγέην καὶ φράζων τὴν ἑωυτοῦ συμφορὴν πρὸς τὸν χαλκέα ἐμισθοῦτο παρʼ οὐκ ἐκδιδόντος τὴν αὐλήν·
他来到特格亚,向铁匠诉说自己的不幸遭遇,并向不愿出租院子的铁匠请求租下这个院子。
§1.68.6χρόνῳ δὲ ὡς ἀνέγνωσε, ἐνοικίσθη, ἀνορύξας δὲ τὸν τάφον καὶ τὰ ὀστέα συλλέξας οἴχετο φέρων ἐς Σπάρτην.
过了一些时候,他终于说服了铁匠,住了进去。 他挖开坟墓,收集起遗骨,便将其带回了斯巴达。
καὶ ἀπὸ τούτου τοῦ χρόνου, ὅκως πειρῴατο ἀλλήλων, πολλῷ κατυπέρτεροι τῷ πολέμῳ ἐγίνοντο οἱ Λακεδαιμόνιοι· ἤδη δέ σφι καὶ ἡ πολλὴ τῆς Πελοποννήσου ἦν κατεστραμμένη.
从此以后,每当双方交战互试实力时,拉栖代梦人都在战争中大占上风;此时,伯罗奔尼撒的大部分地区也已被他们征服。

词汇与语法注释

  1. 1.68.1ἐν θώματι ἦν ὀρέων — 虽然 `ἦν ὀρέων` 看起来像是系动词 `ἦν` 与现在分词 `ὀρέων`(`ὁράω` 的伊奥尼亚方言形式)构成的迂言法(进行时),但此处分词 `ὀρέων`(在观看时)是作伴随状况状语,修饰主句短语 `ἐν θώματι ἦν`(“处于惊奇之中”,即“感到惊奇”)。
  2. 1.68.2ἦ κου ἄν ... κάρτα ἂν ἐθώμαζες — 在归结句中,语气助词 `ἄν` 出现了两次:一次在句首附近(`ἦ κου ἄν`),另一次在主要动词前(`κάρτα ἂν ἐθώμαζες`)。这种双重 `ἄν` 的用法在希腊语中十分常见,用于强调与过去事实相反的假设。
  3. 1.68.3ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι — 这是一个同位语不定式短语,用以解释名词 `ἀπιστίης`(不相信)的具体内容。在希腊语中,表示怀疑或否定的词后接不定式时,通常会多余地带上否定词 `μή`。此处的 `μὲν` 是伊奥尼亚方言中表示强调的 `μήν`。
  4. 1.68.5ἐμισθοῦτο παρʼ οὐκ ἐκδιδόντος — 未完成过去时动词 `ἐμισθοῦτο` 表示尝试进行的动作,即“试图承租”或“商议租借”(企图未完成时)。此外,虽然分词的否定通常使用 `μή`,但此处在 `ἐκδιδόντος` 前使用了 `οὐκ`,这是因为 `οὐκ ἐκδίδωμι` 构成了一个单一的否定概念,意为“拒绝出租”或“不让出”。

引用这一段

希罗多德, 历史 §1.68.1-1.68.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.68.1-1.68.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。