§1.67.1κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας, κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν, τρόπῳ τοιῷδε γενόμενοι.
在先前的战争期间,他们对特格亚人的交战确实一直处于劣势;但在克罗伊索斯时代,以及阿那克桑德里德斯和阿里斯东在拉栖代梦执政期间,斯巴达人已经在战争中占了上风,他们是通过以下方式做到这一点的。
§1.67.2ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων, πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο.
由于他们在战争中总是败给特格亚人,他们便派使者前往德尔斐,询问应该取悦哪位神明,才能在战争中战胜特格亚人。
ἡ δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους.
皮提亚对他们降下神谕,要他们把阿伽门农之子奥雷斯特斯的遗骨运回国。
§1.67.3ὡς δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τὴν ἐς θεὸν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης.
然而,他们无法找到奥雷斯特斯的陵墓,于是再次向神明派出使者,询问奥雷斯特斯安息的地方。
εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε. §1.67.4"
ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ,
ἔνθʼ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπʼ ἀνάγκης,
καὶ τύπος ἀντίτυπος, καὶ πῆμʼ ἐπὶ πήματι κεῖται.
面对询问此事的使者,皮提亚作出了如下的回答: “在阿卡迪亚平坦的土地上,有一处特格亚,在那里,两股风在强烈的必然性下吹拂,有打击与反击,灾难重叠在灾难之上。
ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα,
τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ.
在那里,孕育生命的大地留存着阿伽门农之子,你若将他迎回,便将成为特格亚的征服者。
" §1.67.5ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι, ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον, πάντα διζήμενοι, ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε, οἱ δὲ ἀγαθοεργοὶ εἰσὶ τῶν ἀστῶν, ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι, πέντε ἔτεος ἑκάστου·
” 拉栖代梦人听到这些后,尽管四处搜寻,却依然没有更接近找到它,直到在被称为“善行者”的斯巴达人中,有一位名叫利卡斯的人找到了它。 所谓“善行者”是从公民中选出来的,每年从退役的“骑士”中最年长者中选出五人。
τοὺς δεῖ τοῦτὸν τὸν ἐνιαυτόν, τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων, Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ.
他们必须在退役骑士的那一年里,受斯巴达公社派遣前往各地,不得闲暇,各自执行不同的任务。