Humanitext Reader

希罗多德 · 历史 §1.27.1-1.27.5

智者进谏促使克罗伊索斯放弃进攻海岛

第 27 段,共 1577 段 · 希腊语

内容简介

克罗伊索斯在征服亚洲的希腊人后,企图通过建造船只来进攻岛屿居民。然而,一位智者通过机智的对话让他意识到这一企图的愚蠢,促使他停止造船并与岛上的伊奥尼亚人结盟。

§1.27.1ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν, τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι.
当亚洲的希腊人被征服并被迫纳贡后,他接下来计划建造船只,向岛屿上的居民发起进攻。
§1.27.2ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην, οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις, οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον, εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα, εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην· §1.27.3ὦ βασιλεῦ, νησιῶται ἵππον συνωνέονται μυρίην, ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι.
当他为造船做好了万全准备时,有人说是普里埃奈的比亚斯,也有人说是米蒂利尼的皮塔科斯来到了萨尔迪斯,在克罗伊索斯询问希腊是否有新消息时,他通过说出以下的话,阻止了造船计划: “大王,岛民们正在购买一万匹战马,意图向萨尔迪斯以及您发起远征。
Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι, ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι.
” 克罗伊索斯期盼着那人说的是真话,便说道: “但愿神明能把这样的想法放进岛民的心中,让他们带着骑兵来进攻吕底亚人!
§1.27.4τὸν δὲ ὑπολαβόντα φάναι ὦ βασιλεῦ, προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ, οἰκότα ἐλπίζων.
” 那人接着说道: “大王,您似乎在热切地祈望在大陆上捕获骑着马的岛民,您的期望是很自然的。
νησιώτας δὲ τί δοκέεις εὔχεσθαι ἄλλο ἤ, ἐπείτε τάχιστα ἐπύθοντό σε μέλλοντα ἐπὶ σφίσι ναυπηγέεσθαι νέας, λαβεῖν ἀρώμενοι Λυδούς ἐν θαλάσσῃ, ἵνα ὓπερ τῶν ἐν τῇ ἠπείρῳ οἰκημένων Ἑλλήνων τίσωνταί σε, τοὺς σὺ δουλώσας ἔχεις;
但是,当岛民们一听说您要建造船只来对付他们,您认为他们除了祈祷在海上捕获吕底亚人之外,还会祈望什么呢? 他们这样做,正是为了替那些被您奴役并统治着的陆地上的希腊人向您报复。
§1.27.5κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ, προσφυέως γὰρ δόξαι λέγειν, πειθόμενον παύσασθαι τῆς ναυπηγίης.
” 克罗伊索斯对这番结语感到十分高兴,由于觉得他说得切中要害,便接受了劝说而停止了造船。
καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο.
就这样,他与居住在岛屿上的伊奥尼亚人结成了友好关系。

词汇与语法注释

  1. §1.27.2εἰπόντα — 属于依赖于主句动词 `λέγουσι`(他们说)的“宾格加不定式”结构的一部分。它是与宾格主语 `Βίαντα` 或 `Πιττακὸν` 一致的宾格分词,修饰不定式 `καταπαῦσαι`(使……停止)。整个句子的结构为“他们说[人名]……说了这些话之后,阻止了[造船]”。
  2. §1.27.3αἲ γὰρ — 用于表达愿望(通常是对未来或尚未实现的愿望)的语气小词。此处与不定过去时希求法 `ποιήσειαν` 连用,表示强烈的愿望:“但愿神明能……”。
  3. §1.27.4ἀρώμενοι — 主格复数分词。虽然不定式 `λαβεῖν` 的逻辑主语是前面的 `νησιώτας`(宾格),但分词 `ἀρώμενοι`(祈祷着)却使用了主格。这是一种破格(anacoluthon)或语法吸引现象,因为主句 `τί δοκέεις ...` 在功能上将岛民视为整个想法的心理主语。
  4. §1.27.4δουλώσας ἔχεις — 使用不定过去时分词(`δουλώσας`)和 `ἔχεις`(你有)代替标准完成时的迂言(迂回)表达法。它强调了由过去行为(奴役)导致的持续状态(保持奴役状态)。

引用这一段

希罗多德, 历史 §1.27.1-1.27.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.27.1-1.27.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。