§1.27.1ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν, τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι.
When the Greeks in Asia had been subjugated to the payment of tribute, he next planned to build ships and attack the islanders.
§1.27.2ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην, οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις, οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον, εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα, εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην· §1.27.3ὦ βασιλεῦ, νησιῶται ἵππον συνωνέονται μυρίην, ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι. Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν
αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι, ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι. §1.27.4τὸν δὲ ὑπολαβόντα φάναι
ὦ βασιλεῦ, προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ, οἰκότα ἐλπίζων.
When everything was ready for his shipbuilding, some say that Bias of Priene, others that Pittacus of Mytilene, came to Sardis, and when Croesus asked if there were any news in Greece, stopped the shipbuilding by speaking as follows: "O King, the islanders are buying ten thousand horses, intending to march against Sardis and against you." Croesus, hoping that he was speaking the truth, said: "Would that the gods might put this into the minds of the islanders, to come against the sons of the Lydians with horses!" But the other replied and said: "O King, you seem to me to pray eagerly to catch the islanders riding horses on the mainland, expecting what is natural.
νησιώτας δὲ τί δοκέεις εὔχεσθαι ἄλλο ἤ, ἐπείτε τάχιστα ἐπύθοντό σε μέλλοντα ἐπὶ σφίσι ναυπηγέεσθαι νέας, λαβεῖν ἀρώμενοι Λυδούς ἐν θαλάσσῃ, ἵνα ὓπερ τῶν ἐν τῇ ἠπείρῳ οἰκημένων Ἑλλήνων τίσωνταί σε, τοὺς σὺ δουλώσας ἔχεις; §1.27.5κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ, προσφυέως γὰρ δόξαι λέγειν, πειθόμενον παύσασθαι τῆς ναυπηγίης.
But what else do you think the islanders pray for, as soon as they heard that you were going to build ships against them, than to catch the Lydians on the sea, so that they may take vengeance on you for the Greeks dwelling on the mainland, whom you hold enslaved?" Croesus was greatly pleased with this conclusion, and as the speaker seemed to him to speak to the point, he was persuaded and stopped the shipbuilding.
καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο.
And in this way he concluded a treaty of friendship with the Ionians who inhabited the islands.