Humanitext Reader

希罗多德 · 历史 §1.214.1-1.214.5

居鲁士战死与托米丽司的复仇

第 214 段,共 1577 段 · 希腊语

内容简介

托米丽司率领的马萨革泰军在一场惨烈的战斗中击败波斯军队,居鲁士战死。托米丽司将居鲁士的头浸入装满鲜血的皮囊中,实现了她的复仇。

§1.214.1καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ·
于是,他便以这种方式结束了生命。
Τόμυρις δέ, ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε, συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ.
而托米丽司由于居鲁士不听从她的劝告,便集结了自己所有的兵力,与居鲁士交战。
ταύτην τὴν μάχην, ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο, κρίνω ἰσχυροτάτην γενέσθαι, καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον.
在异族人之间进行过的所有战争中,我认为这一战是最为惨烈的,而且我也听说情况确实是这样发生的。
§1.214.2πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι.
因为据说,起初他们隔开距离互相射箭,随后,当他们的箭都射尽时,便冲撞在一起,用长矛和短剑肉搏。
χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν.
他们对峙厮杀了很长时间,双方都不肯退却。
τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο, §1.214.3ἥ τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα.
但最终,马萨革泰人占了上风,波斯军队的大部分当场在此覆没,居鲁士本人也死去了,他总共统治了二十九年。
§1.214.4ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε· §1.214.5σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας, παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ·
托米丽司用人的鲜血装满了一个皮囊,在死去的波斯人中寻找居鲁士的尸体。 当她找到时,便将他的头浸入皮囊中,一边侮辱着尸体,一边说道: “我虽然还活着,并且在战斗中战胜了你,但你却用诡计夺走了我的儿子,从而毁灭了我。
σὲ δʼ ἐγώ, κατά περ ἠπείλησα, αἵματος κορέσω.
而我,正像我曾警告过你的那样,要让你饱饮鲜血。
τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου, πολλῶν λόγων λεγομένων, ὅδε μοι ὁ πιθανώτατος εἴρηται.
” 关于居鲁士生命的终结,虽然有许多种说法,但我觉得这一种是最可信的,因而在此叙述。

词汇与语法注释

  1. §1.214.1ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο — 修饰最高级 ἰσχυροτάτην 的关系从句。关系代词 ὅσος 将比较范围限定在“所有在异族人之间发生的战争”中。
  2. §1.214.2λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι — 由无人称动词 λέγεται 引导的“对格加不定式”(A.c.I.)结构。对格主语 αὐτούς 由两个同格分词 διαστάντας 和 συμπεσόντας 修饰,分别对应并列的不定式 τοξεύειν 和 συνέχεσθαι。
  3. §1.214.3ἑνὸς δέοντα τριήκοντα — 表示“二十九”(字面意思是“缺一的三十”)的数词习惯用法。现在分词 δέοντα 意为“缺少”,与属格 ἑνός(一)连用,从 τριήκοντα(三十)中扣除。
  4. §1.214.5σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας — 分词的让步用法。ζῶσαν(活着)和 νικῶσαν(战胜)是修饰宾格代词 ἐμέ(我)的一致分词。它们与主句动词 ἀπώλεσας(你毁灭了)形成对比,表示让步:“尽管我还活着并在战斗中战胜了你,你却毁灭了我”。

引用这一段

希罗多德, 历史 §1.214.1-1.214.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.214.1-1.214.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。