§1.214.1καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ·
こうして彼はこのような方法で最期を遂げた。
Τόμυρις δέ, ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε, συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ.
一方、トミュリスは、キュロスが自分の言葉に耳を傾けなかったので、自身の全軍勢を集めてキュロスと交戦した。
ταύτην τὴν μάχην, ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο, κρίνω ἰσχυροτάτην γενέσθαι, καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον.
異民族の間で行われたすべての戦いのうちで、この戦いが最も激しいものであったと私は判断するし、実際、これがそのようにして行われたと聞き及んでいる。
§1.214.2πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι.
というのも、まず彼らは距離を置いて互いに矢を射合い、その後、矢が射尽くされると、激突して槍と短剣で組み合って戦ったと言われているからである。
χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν.
そして長い間、対峙して戦い続け、どちらも退却しようとはしなかった。
τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο,
しかし最後にはマッサゲタイ人が勝利を収めた。
§1.214.3ἥ τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα.
ペルシア軍の大部分がその場で全滅し、キュロス自身もまた、通算して二十九年間統治した後に最期を遂げた。
§1.214.4ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε·
トミュリスは革袋に人間の血を満たし、死んだペルシア兵たちの中からキュロスの遺体を探し求めた。 そして、それを見つけると、彼の頭をその革袋の中に浸し、その遺体を辱めながら次のように言った。
§1.214.5σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας, παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ·
「お前は、生きながらえて戦いでお前に勝利した私を、我が子を謀略で捕らえることによって破滅させた。
σὲ δʼ ἐγώ, κατά περ ἠπείλησα, αἵματος κορέσω.
だが私は、警告した通りに、お前に血を飽くまで吸わせてやろう。
τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου, πολλῶν λόγων λεγομένων, ὅδε μοι ὁ πιθανώτατος εἴρηται.
」キュロスの生涯の最期については、多くの説が語られているが、私にとって最も説得力があると思われるものが、ここに語った通りである。