§1.214.1καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ·
Thus he met his end in such a manner.
Τόμυρις δέ, ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε, συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ.
But Tomyris, since Cyrus did not listen to her, gathered all her forces and engaged in battle with Cyrus.
ταύτην τὴν μάχην, ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο, κρίνω ἰσχυροτάτην γενέσθαι, καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον.
I judge this battle to have been the fiercest of all battles fought among barbarians, and indeed I understand that it happened in this way.
§1.214.2πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι.
For first, it is said that they stood apart and shot arrows at each other, and afterwards, when their arrows were spent, they rushed together and clashed with spears and daggers.
χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν.
For a long time they stood fighting, and neither side was willing to flee.
τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο, §1.214.3ἥ τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα.
But at last the Massagetae prevailed, and the greater part of the Persian army was destroyed there, and Cyrus himself also died, having reigned in all twenty-nine years.
§1.214.4ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε· §1.214.5σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας, παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ· σὲ δʼ ἐγώ, κατά περ ἠπείλησα, αἵματος κορέσω. τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου, πολλῶν λόγων λεγομένων, ὅδε μοι ὁ πιθανώτατος εἴρηται.
Tomyris, having filled a wineskin with human blood, searched among the Persian dead for the corpse of Cyrus; and when she found it, she plunged his head into the wineskin, and insulting the dead body, she spoke these words: "Though I am alive and have defeated you in battle, you have destroyed me by taking my son by guile; but I, even as I threatened, will give you your fill of blood." Concerning the end of Cyrus' life, though many stories are told, this one has been related by me as the most credible.