Humanitext Reader

希罗多德 · 历史 §1.215.1-1.215.2

马萨革泰人的习俗与金铜武装

第 215 段,共 1577 段 · 希腊语

内容简介

描述了马萨革泰人的服饰、生活方式和武装,指出他们完全不使用境内不存在的铁和银,而是广泛使用极其丰富的黄金和青铜。

§1.215.1Μασσαγέται δὲ ἐσθῆτά τε ὁμοίην τῇ Σκυθικῇ φορέουσι καὶ δίαιταν ἔχουσι, ἱππόται δὲ εἰσὶ καὶ ἄνιπποι (ἀμφοτέρων γὰρ μετέχουσι) καὶ τοξόται τε καὶ αἰχμοφόροι, σαγάρις νομίζοντες ἔχειν.
而马萨革泰人穿着与斯基泰人相似的服饰,过着相似的生活,他们既是骑兵又是步兵(因为这两者他们都兼而有之),也是弓箭手和持枪兵,习惯携带萨加里斯战斧。
χρυσῷ δὲ καὶ χαλκῷ τὰ πάντα χρέωνται· ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις, χαλκῷ τὰ πάντα χρέωνται, ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας, χρυσῷ κοσμέονται.
他们在一切事物上都使用金和青铜;因为凡是用于枪尖、箭头和战斧的,他们全都使用青铜,而凡是用于头部、腰带和胸带周围的,则用金来装饰。
§1.215.2ὣς δʼ αὕτως τῶν ἵππων τὰ μὲν περὶ τὰ στέρνα χαλκέους θώρηκας περιβάλλουσι, τὰ δὲ περὶ τοὺς χαλινοὺς καὶ στόμια καὶ φάλαρα χρυσῷ.
同样,对于马匹,他们在胸部周围套上青铜胸甲,而在马缰、马嚼子和颊饰周围则用金装饰。
σιδήρῳ δὲ οὐδʼ ἀργύρῳ χρέωνται οὐδέν· οὐδὲ γὰρ οὐδέ σφι ἐστὶ ἐν τῇ χωρῇ, ὁ δὲ χρυσὸς καὶ ὁ χαλκὸς ἄπλετος.
他们完全不使用铁和银;因为在他们的国土上甚至根本没有这些东西,而金和青铜则是无穷无尽的。

词汇与语法注释

  1. 1.215.1τῇ Σκυθικῇ — 在短语 ὁμοίην τῇ Σκυθικῇ 中,阴性单数与格形容词 τῇ Σκυθικῇ 后面省略了名词 ἐσθῆτι(衣服)。这是一种紧缩比较(比较的紧缩),意为“与斯基泰人的衣服相似的衣服”。
  2. 1.215.1νομίζοντες — 此处分词 νομίζοντες 并非表示“认为”,而是取“习惯于”之意,与不定式 ἔχειν 连用,表示“习惯于携带(萨加里斯战斧)”。
  3. 1.215.2οὐδὲ γὰρ οὐδέ — 强否定语气的累积。第一个 οὐδέ 与 γάρ 连用表示“因为……不”,第二个 οὐδέ 强调紧随其后的代词,表示“甚至没有”,整句意为“因为在他们的国土上甚至根本没有”。

引用这一段

希罗多德, 历史 §1.215.1-1.215.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.215.1-1.215.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。