§1.211.1Ὑστάσπης μὲν τούτοισι ἀμειψάμενος καὶ διαβὰς τὸν Ἀράξεα ἤιε ἐς Πέρσας φυλάξων Κύρῳ τὸν παῖδα Δαρεῖον, Κῦρος δὲ προελθὼν ἀπὸ τοῦ Ἀράξεω ἡμέρης ὁδὸν ἐποίεε κατὰ τὰς Κροίσου ὑποθήκας.
希斯塔斯佩斯用这些话作了回答,越过阿拉克斯河,前往波斯去为居鲁士看管他的儿子大流士。 而居鲁士从阿拉克斯河向前推进,按照克罗伊索斯的建议,走了一天的路程。
§1.211.2μετὰ δὲ ταῦτα Κύρου τε καὶ Περσέων τοῦ καθαροῦ στρατοῦ ἀπελάσαντος ὀπίσω ἐπὶ τὸν Ἀράξεα, λειφθέντος δὲ τοῦ ἀχρηίου, ἐπελθοῦσα τῶν Μασσαγετέων τριτημορὶς τοῦ στρατοῦ τούς τε λειφθέντας τῆς Κύρου στρατιῆς ἐφόνευε ἀλεξομένους καὶ τὴν προκειμένην ἰδόντες δαῖτα, ὡς ἐχειρώσαντο τοὺς ἐναντίους, κλιθέντες ἐδαίνυντο, πληρωθέντες δὲ φορβῆς καὶ οἴνου ηὗδον.
此后,当居鲁士和波斯军队的精锐退回到阿拉克斯河畔,而无用之辈被留在后面时,马萨革泰人三分之一的军队袭来,杀死了居鲁士军队中留下来且在进行抵抗的人。 在制服了对手之后,他们看见眼前摆好的宴席,便席地而坐,开怀大嚼,在吃饱喝足之后便沉沉睡去。
§1.211.3οἱ δὲ Πέρσαι ἐπελθόντες πολλοὺς μὲν σφέων ἐφόνευσαν, πολλῷ δʼ ἔτι πλεῦνας ἐζώγρησαν καὶ ἄλλους καὶ τὸν τῆς βασιλείης Τομύριος παῖδα στρατηγέοντα Μασσαγετέων, τῷ οὔνομα ἦν Σπαργαπίσης.
这时,波斯人袭来,杀死了他们之中的许多人,更活捉了更多的人,这其中除了其他人之外,还有统率马萨革泰人的女王托米丽司之子,他的名字叫斯帕尔加皮塞斯。