§1.212.1ἣ δὲ πυθομένη τά τε περὶ τὴν στρατιὴν γεγονότα καὶ τὰ περὶ τὸν παῖδα, πέμπουσα κήρυκα παρὰ Κῦρον ἔλεγε τάδε. §1.212.2ἄπληστε αἵματος Κῦρε, μηδὲν ἐπαερθῇς τῷ γεγονότι τῷδε πρήγματι, εἰ ἀμπελίνῳ καρπῷ, τῷ περ αὐτοὶ ἐμπιπλάμενοι μαίνεσθε οὕτω ὥστε κατιόντος τοῦ οἴνου ἐς τὸ σῶμα ἐπαναπλέειν ὑμῖν ἔπεα κακά, τοιούτῳ φαρμάκῳ δολώσας ἐκράτησας παιδὸς τοῦ ἐμοῦ, ἀλλʼ οὐ μάχῃ κατὰ τὸ καρτερόν.
她得知了军队所遭遇的事以及她儿子所遭遇的事,便派使者去见居鲁士,传达如下的话: “嗜血的居鲁士啊,切勿因这件发生的事而有丝毫得意。 如果说,你是用葡萄的果实这种毒药——也就是你们自己灌满时就会变得如此疯狂,以至于当酒下肚时,恶言恶语便会在你们身上涌现出来的东西——如果你是用这种毒药欺骗并降服了我的儿子,而不是凭着战场的实力(那就别得意)。
§1.212.3νῦν ὦν μευ εὖ παραινεούσης ὑπόλαβε τὸν λόγον· ἀποδούς μοι τὸν παῖδα ἄπιθι ἐκ τῆσδε τῆς χώρης ἀζήμιος, Μασσαγετέων τριτημορίδι τοῦ στρατοῦ κατυβρίσας.
因此,现在请听从我的良言相劝:把我的儿子还给我,在侮辱了马萨革泰人三分之一的军队后,毫发无损地离开这个国家。
εἰ δὲ ταῦτα οὐ ποιήσεις, ἥλιον ἐπόμνυμί τοι τὸν Μασσαγετέων δεσπότην, ἦ μέν σε ἐγὼ καὶ ἄπληστον ἐόντα αἵματος κορέσω.
但如果你不这样做,我指着马萨革泰人的主宰——太阳向你起誓,我必定会让你这个嗜血之徒饱尝鲜血! ”