§1.209.1ἐπείτε δὲ ἐπεραιώθη τὸν Ἀράξεα, νυκτὸς ἐπελθούσης εἶδε ὄψιν εὕδων ἐν τῶν Μασσαγετέων τῇ χωρῇ τοιήνδε· ἐδόκεε ὁ Κῦρος ἐν τῷ ὕπνῳ ὁρᾶν τῶν Ὑστάσπεος παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν.
当他渡过阿拉克塞斯河,夜幕降临时,他在马萨革泰人的土地上睡着了,见到了如下的梦兆:居鲁士在梦中似乎看见,希斯塔斯佩斯的长子双肩长着翅膀,其中一只翅膀遮蔽着亚洲,另一只遮蔽着欧洲。
§1.209.2Ὑστάσπεϊ δὲ τῷ Ἀρσάμεος ἐόντι ἀνδρὶ Ἀχαιμενίδῃ ἦν τῶν παίδων Δαρεῖος πρεσβύτατος, ἐὼν τότε ἡλικίην ἐς εἴκοσί κου μάλιστα ἔτεα, καὶ οὗτος κατελέλειπτο ἐν Πέρσῃσι· οὐ γὰρ εἶχέ κω ἡλικίην στρατεύεσθαι.
阿萨梅斯之子、阿契美尼德家族的希斯塔斯佩斯,其长子名唤大流士,当时年龄大约最多二十岁,他被留在波斯;因为他当时还没有达到从军的年龄。
§1.209.3ἐπεὶ ὦν δὴ ἐξηγέρθη ὁ Κῦρος, ἐδίδου λόγον ἑωυτῷ περὶ τῆς ὄψιος.
当居鲁士醒来后,便在心中独自盘算这个梦兆。
ὡς δέ οἱ ἐδόκεε μεγάλη εἶναι ἡ ὄψις, καλέσας Ὑστάσπεα καὶ ἀπολαβὼν μοῦνον εἶπε
Ὕστασπες, παῖς σὸς ἐπιβουλεύων ἐμοί τε καὶ τῇ ἐμῇ ἀρχῇ ἑάλωκε.
由于这梦兆在他看来非同小可,他便召来希斯塔斯佩斯,避开众人单独对他说: “希斯塔斯佩斯啊,你的儿子企图阴谋对付我和我的统治,此事已被当场识破。
ὡς δὲ ταῦτα ἀτρεκέως οἶδα, ἐγὼ σημανέω· §1.209.4ἐμεῦ θεοὶ κήδονται καί μοι πάντα προδεικνύουσι τὰ ἐπιφερόμενα.
我是如何确切知道此事的,我来向你说明:神灵眷顾我,并把一切将要发生的事预先向我昭示。
ἤδη ὦν ἐν τῇ παροιχομένῃ νυκτὶ εὕδων εἶδον τῶν σῶν παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν.
就在刚刚过去的这一夜里,我在睡梦中看见你的长子双肩长着翅膀,其中一只遮蔽着亚洲,另一只遮蔽着欧洲。
§1.209.5οὔκων ἐστὶ μηχανὴ ἀπὸ τῆς ὄψιος ταύτης οὐδεμία τὸ μὴ ἐκεῖνον ἐπιβουλεύειν ἐμοί·
因此,从这个梦兆来看,绝无任何可能他不在阴谋对付我。
σύ νυν τὴν ταχίστην πορεύεο ὀπίσω ἐς Πέρσας καὶ ποίεε ὅκως, ἐπεὰν ἐγὼ τάδε καταστρεψάμενος ἔλθω ἐκεῖ, ὥς μοι καταστήσεις τὸν παῖδα ἐς ἔλεγχον.
现在你务必以最快的速度回到波斯去,并设法在平定此地回到那里之后,将你的儿子交给我受审。 ”