§1.186.1ταῦτα μὲν δὴ ἐκ βάθεος περιεβάλετο, τοιήνδε δὲ ἐξ αὐτῶν παρενθήκην ἐποιήσατο.
她以深谋远虑筑起了这些防御工事,并在此基础上进行了如下的追加建设。
τῆς πόλιος ἐούσης δύο φαρσέων, τοῦ δὲ ποταμοῦ μέσον ἔχοντος, ἐπὶ τῶν πρότερον βασιλέων ὅκως τις ἐθέλοι ἐκ τοῦ ἑτέρου φάρσεος ἐς τοὔτερον διαβῆναι, χρῆν πλοίῳ διαβαίνειν, καὶ ἦν, ὡς ἐγὼ δοκέω, ὀχληρὸν τοῦτο.
由于城市分为两个部分,且河流穿过其中央,在先前的君王统治下,每当有人想要从一个部分渡到另一个部分时,都必须乘船渡河,在我看来,这是非常不便的。
αὕτη δὲ καὶ τοῦτο προεῖδε.
她也预见到了这一点。
ἐπείτε γὰρ ὤρυσσε τὸ ἔλυτρον τῇ λίμνῃ, μνημόσυνον τόδε ἄλλο ἀπὸ τοῦ αὐτοῦ ἔργου ἐλίπετο· §1.186.2ἐτάμνετο λίθους περιμήκεας, ὡς δέ οἱ ἦσαν οἱ λίθοι ἕτοιμοι καὶ τὸ χωρίον ὀρώρυκτο, ἐκτρέψασα τοῦ ποταμοῦ τὸ ῥέεθρον πᾶν ἐς τὸ ὤρυσσε χωρίον, ἐν ᾧ ἐπίμπλατο τοῦτο, ἐν τούτω ἀπεξηρασμένου τοῦ ἀρχαίου ῥεέθρου τοῦτο μὲν τὰ χείλεα τοῦ ποταμοῦ κατὰ τὴν πόλιν καὶ τὰς καταβάσιας τὰς ἐκ τῶν πυλίδων ἐς τὸν ποταμὸν φερούσας ἀνοικοδόμησε πλίνθοισι ὀπτῇσι κατὰ τὸν αὐτὸν λόγον τῷ τείχεϊ, τοῦτο δὲ κατὰ μέσην κου μάλιστα τὴν πόλιν τοῖσι λίθοισι τοὺς ὠρύξατο οἰκοδόμεε γέφυραν, δέουσα τοὺς λίθους σιδήρῳ τε καὶ μολύβδῳ.
当她为湖泊开挖蓄水池时,利用同一工程的机会,留下了另一座如下的纪念性遗存:她让人开采了极长的石块。 当石块准备就绪且蓄水池也已挖好时,她将河水全部引流至她所开挖的地方,使其充满其中。 在此期间,由于古老的河道已经干涸,她一方面用烧砖加固了市内河流两岸以及从小门通往河流的通道,其建造方式与城墙相同;另一方面,在大约市中心的位置,用她所开采的石块建造了一座桥梁,并用铁和铅将石块连接在一起。
§1.186.3ἐπιτείνεσκε δὲ ἐπʼ αὐτήν, ὅκως μὲν ἡμέρη γίνοιτο, ξύλα τετράγωνα, ἐπʼ ὧν τὴν διάβασιν ἐποιεῦντο οἱ Βαβυλώνιοι· τὰς δὲ νύκτας τὰ ξύλα ταῦτα ἀπαιρέεσκον τοῦδε εἵνεκα, ἵνα μὴ διαφοιτέοντες τὰς νύκτας κλέπτοιεν παρʼ ἀλλήλων.
每当白天来临时,她就会在桥上铺设方木,巴比伦人便在其上通行;而在夜间,他们就会将这些木材拆除,其原因在于,防止人们在夜间穿行而相互偷盗。
§1.186.4ὡς δὲ τό τε ὀρυχθὲν λίμνη πλήρης ἐγεγόνεε ὑπὸ τοῦ ποταμοῦ καὶ τὰ περὶ τὴν γέφυραν ἐκεκόσμητο, τὸν Εὐφρήτην ποταμὸν ἐς τὰ ἀρχαῖα ῥέεθρα ἐκ τῆς λίμνης ἐξήγαγε, καὶ οὕτω τὸ ὀρυχθὲν ἕλος γενόμενον ἐς δέον ἐδόκεε γεγονέναι καὶ τοῖσι πολιήτῃσι γέφυρα ἦν κατεσκευασμένη.
当被挖掘的地方被河水灌满成为湖泊,且桥梁周围的工程也已完工时,她将幼发拉底河从湖中引回到古老的河道中。 如此一来,被挖掘而成的湿地发挥了应有的作用,而市民们也拥有了一座建造好的桥梁。