§1.164.1τὸ μὲν δὴ τεῖχος τοῖσι Φωκαιεῦσι τρόπῳ τοιῷδε ἐξεποιήθη.
就这样,福凯亚人的城墙建成了。
ὁ δὲ Ἅρπαγος ὡς ἐπήλασε τὴν στρατιήν, ἐπολιόρκεε αὐτούς, προισχόμενος ἔπεα ὥς οἱ καταχρᾷ εἰ βούλονται Φωκαιέες προμαχεῶνα ἕνα μοῦνον τοῦ τείχεος ἐρεῖψαι καὶ οἴκημα ἓν κατιρῶσαι.
而哈尔帕哥斯率军前来,将他们围困,并提出条件说,如果福凯亚人愿意拆毁城墙上的一处雉堞,并献出一栋房屋,他就心满意足了。
§1.164.2οἱ δὲ Φωκαιέες περιημεκτέοντες τῇ δουλοσύνη ἔφασαν θέλειν βουλεύσασθαι ἡμέρην μίαν καὶ ἔπειτα ὑποκρινέεσθαι· §1.164.3ἐν ᾧ δὲ βουλεύονται αὐτοί, ἀπαγαγεῖν ἐκεῖνον ἐκέλευον τὴν στρατιὴν ἀπὸ τοῦ τείχεος.
然而,福凯亚人无法忍受沦为奴隶的命运,便表示希望商议一天,然后再作答复;他们要求他在他们商议期间,将军队从城墙撤走。
ὁ δʼ Ἅρπαγος ἔφη εἰδέναι μὲν εὖ τὰ ἐκεῖνοι μέλλοιεν ποιέειν, ὅμως δὲ σφι παριέναι βουλεύσασθαι.
哈尔帕哥斯虽然表示自己十分清楚他们打算做什么,但还是允许他们进行商议。
ἐν ᾧ ὦν ὁ Ἅρπαγος ἀπὸ τοῦ τείχεος ἀπήγαγε τὴν στρατιήν, οἱ Φωκαιέες ἐν τούτῳ κατασπάσαντες τὰς πεντηκοντέρους, ἐσθέμενοι τέκνα καὶ γυναῖκας καὶ ἔπιπλα πάντα, πρὸς δὲ καὶ τὰ ἀγάλματα τὰ ἐν τῶν ἱρῶν καὶ τὰ ἄλλα ἀναθήματα, χωρὶς ὅ τι χαλκὸς ἢ λίθος ἢ γραφὴ ἦν, τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου.
因此,就在哈尔帕哥斯将军队撤离城墙的期间,福凯亚人趁机将他们的五十桨战船推下海,装上他们的妻子儿女和所有的家财,此外还有神庙里的神像以及其他的奉纳品——除了青铜、石制或绘画的作品之外。 他们将其他所有的东西都装上船,自己也登船,向着希奥斯航行而去。
τὴν δὲ Φωκαίην ἐρημωθεῖσαν ἀνδρῶν ἔσχον οἱ Πέρσαι.
至于那已被清空的、没有人口的福凯亚,则由波斯人占领了。