§1.164.1τὸ μὲν δὴ τεῖχος τοῖσι Φωκαιεῦσι τρόπῳ τοιῷδε ἐξεποιήθη.
このようにして、ポカイア人たちの城壁は完成した。
ὁ δὲ Ἅρπαγος ὡς ἐπήλασε τὴν στρατιήν, ἐπολιόρκεε αὐτούς, προισχόμενος ἔπεα ὥς οἱ καταχρᾷ εἰ βούλονται Φωκαιέες προμαχεῶνα ἕνα μοῦνον τοῦ τείχεος ἐρεῖψαι καὶ οἴκημα ἓν κατιρῶσαι.
一方、ハルパゴスは軍を進めると、彼らを包囲し、もしポカイア人たちが城壁の銃眼をただ一箇所だけ取り壊し、建物を一軒神聖なものとして捧げるなら、自分にとってはそれで十分である、という条件を提示した。
§1.164.2οἱ δὲ Φωκαιέες περιημεκτέοντες τῇ δουλοσύνη ἔφασαν θέλειν βουλεύσασθαι ἡμέρην μίαν καὶ ἔπειτα ὑποκρινέεσθαι·
しかし、ポカイア人たちは奴隷の身分になることをひどく嫌い、一日の間評議した上で、その後に回答したいと言った。
§1.164.3ἐν ᾧ δὲ βουλεύονται αὐτοί, ἀπαγαγεῖν ἐκεῖνον ἐκέλευον τὴν στρατιὴν ἀπὸ τοῦ τείχεος.
そして、自分たちが評議している間、彼が軍を城壁から遠ざけるよう要求した。
ὁ δʼ Ἅρπαγος ἔφη εἰδέναι μὲν εὖ τὰ ἐκεῖνοι μέλλοιεν ποιέειν, ὅμως δὲ σφι παριέναι βουλεύσασθαι.
ハルパゴスは、彼らが何をしようとしているのかよく知っていると言ったが、それでも彼らに評議することを許した。
ἐν ᾧ ὦν ὁ Ἅρπαγος ἀπὸ τοῦ τείχεος ἀπήγαγε τὴν στρατιήν, οἱ Φωκαιέες ἐν τούτῳ κατασπάσαντες τὰς πεντηκοντέρους, ἐσθέμενοι τέκνα καὶ γυναῖκας καὶ ἔπιπλα πάντα, πρὸς δὲ καὶ τὰ ἀγάλματα τὰ ἐν τῶν ἱρῶν καὶ τὰ ἄλλα ἀναθήματα, χωρὶς ὅ τι χαλκὸς ἢ λίθος ἢ γραφὴ ἦν, τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου.
そこで、ハルパゴスが軍を城壁から遠ざけている間に、ポカイア人たちはその間に五十橈船を海に引き下ろし、子供や妻たち、すべての家財道具を載せ、さらに神殿にあった神像やその他の奉納品をも載せた。 ただし、青銅製や石製のもの、あるいは絵画は除き、それ以外のすべてのものを載せ、自らも乗り込んで、キオスへと向けて船出した。
τὴν δὲ Φωκαίην ἐρημωθεῖσαν ἀνδρῶν ἔσχον οἱ Πέρσαι.
そして、人のいなくなったポカイアをペルシア人たちが占領した。