§1.165.1οἱ δὲ Φωκαιέες, ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνευμένοισι πωλέειν, δειμαίνοντες μὴ αἳ μὲν ἐμπόριον γένωνται, ἡ δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα, πρὸς ταῦτα οἱ Φωκαίες ἐστέλλοντο ἐς Κύρνον·
由于希奥斯人不愿将被称为奥努赛的群岛卖给想要购买的福凯亚人——因为希奥斯人担心这些群岛会成为贸易中心,而他们自己的岛屿会因此被排除在贸易之外——出于这些原因,福凯亚人动身前往库尔诺斯。
ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν, τῇ οὔνομα ἦν Ἀλαλίη.
因为在这二十年前,他们曾根据神谕在库尔诺斯建立了一座城市,名字叫作阿拉利亚。
§1.165.2Ἀργανθώνιος δὲ τηνικαῦτα ἤδη τετελευτήκεε.
此时阿尔甘托尼乌斯已经去世。
στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον, πρῶτα καταπλεύσαντες ἐς τὴν Φωκαίην κατεφόνευσαν τῶν Περσέων τὴν φυλακήν, ἣ ἐφρούρεε παραδεξαμένη παρὰ Ἁρπάγου τὴν πόλιν.
在动身前往库尔诺斯时,他们首先乘船来到福凯亚,将从哈尔帕哥斯手中接管并驻守该城的波斯守备队斩杀殆尽。
μετὰ δέ, ὡς τοῦτο σφι ἐξέργαστο, ἐποιήσαντο ἰσχυρὰς κατάρας τῷ ὑπολειπομένῳ ἑωυτῶν τοῦ στόλου, §1.165.3πρὸς δὲ ταύτῃσι καὶ μύδρον σιδήρεον κατεπόντωσαν καὶ ὤμοσαν μὴ πρὶν ἐς Φωκαίην ἥξειν πρὶν ἢ τὸν μύδρον τοῦτον ἀναφανῆναι.
此后,在完成了这件事之后,他们对他们船队中任何落后的人施加了严厉的诅咒,此外,他们还将一块铁块沉入海中,并发誓在这个铁块重新浮出水面之前绝不回到福凯亚。
στελλομένων δὲ αὐτῶν ἐπὶ τὴν Κύρνον, ὑπερημίσεας τῶν ἀστῶν ἔλαβε πόθος τε καὶ οἶκτος τῆς πόλιος καὶ τῶν ἠθέων τῆς χώρης, ψευδόρκιοι δὲ γενόμενοι ἀπέπλεον ὀπίσω ἐς τὴν Φωκαίην.
然而,在他们动身前往库尔诺斯时,超过半数的公民对城市以及故土的熟悉环境产生了渴望与怜悯,他们违背了誓言,掉头驶回了福凯亚。
οἳ δὲ αὐτῶν τὸ ὅρκιον ἐφύλασσον, ἀερθέντες ἐκ τῶν Οἰνουσσέων ἔπλεον.
至于他们之中守誓的人,则从奥努赛群岛启航出发。