§1.151.1αὗται μέν νυν αἱ ἠπειρώτιδες Αἰολίδες πόλιες, ἔξω τῶν ἐν τῇ Ἴδῃ οἰκημενέων· κεχωρίδαται γὰρ αὗται.
这些便是大陆上的艾奥里斯城市,不包括那些位于伊达山中的城市;因为后者是独立分开的。
§1.151.2αἱ δὲ τὰς νήσους ἔχουσαι πέντε μὲν πόλιες τὴν Λέσβον νέμονται (τὴν γὰρ ἕκτην ἐν τῇ Λέσβῳ οἰκημένην Ἀρίσβαν ἠνδραπόδισαν Μηθυμναῖοι ἐόντας ὁμαίμους), ἐν Τενέδῳ δὲ μία οἴκηται πόλις, καὶ ἐν τῇσι Ἑκατὸν νήσοισι καλεομένῃσι ἄλλη μία.
至于占有岛屿的城市,有五座城市占据着莱斯博斯岛(因为第六座位于莱斯博斯岛的城市阿里斯巴,尽管与美姆纳人是同族,却被后者奴役了),在特内多斯岛上建有一座城市,在所谓的“百岛”之上也建有另一座城市。
§1.151.3Λεσβίοισι μέν νῦν καὶ Τενεδίοισι, κατά περ Ἰώνων τοῖσι τὰς νήσους ἔχουσι, ἦν δεινὸν οὐδέν· τῇσι δὲ λοιπῇσι πόλισι ἕαδε κοινῇ Ἴωσι ἕπεσθαι τῇ ἂν οὗτοι ἐξηγέωνται.
对于莱斯博斯人和特内多斯人来说,正如对于那些占有岛屿的爱奥尼亚人一样,没有什么好惧怕的;但其余的城市共同决定,追随爱奥尼亚人,无论后者向何处引导。