§1.150.1σμύρνην δὲ ὧδε ἀπέβαλον Αἰολέες.
艾奥里斯人是通过以下方式失去士麦那的。
Κολοφωνίους ἄνδρας στάσι ἑσσωθέντας καὶ ἐκπεσόντας ἐκ τῆς πατρίδος ὑπεδέξαντο.
他们接纳了因内讧失败并被逐出祖国的科洛丰人。
μετὰ δὲ οἱ φυγάδες τῶν Κολοφωνίων φυλάξαντες τοὺς Σμυρναίους ὁρτὴν ἔξω τείχεος ποιευμένους Διονύσῳ, τὰς πύλας ἀποκληίσαντες ἔσχον τὴν πόλιν.
后来,科洛丰的逃亡者们乘士麦那人在城墙外为狄奥尼索斯举行节日庆典之机,关闭城门占领了城市。
§1.150.2βοηθησάντων δὲ πάντων Αἰολέων, ὁμολογίῃ ἐχρήσαντο τὰ ἔπιπλα ἀποδόντων τῶν Ἰώνων ἐκλιπεῖν Σμύρνην Αἰολέας.
虽然所有的艾奥里斯人都来援助,但他们达成了一项协议:在爱奥尼亚人归还动产的前提下,艾奥里斯人撤离士麦那。
ποιησάντων δὲ ταῦτα Σμυρναίων ἐπιδιείλοντο σφέας αἱ ἕνδεκα πόλιες καὶ ἐποιήσαντο σφέων αὐτέων πολιήτας.
在士麦那人照此办理之后,十一座城市便将他们分纳,并使他们成为自己城市的公民。