§1.144.1κατά περ οἱ ἐκ τῆς πενταπόλιος νῦν χώρης Δωριέες, πρότερον δὲ ἑξαπόλιος τῆς αὐτῆς ταύτης καλεομένης, φυλάσσονται ὦν μηδαμοὺς ἐσδέξασθαι τῶν προσοίκων Δωριέων ἐς τὸ Τριοπικὸν ἱρόν, ἀλλὰ καὶ σφέων αὐτῶν τοὺς περὶ τὸ ἱρόν ἀνομήσαντας ἐξεκλήισαν τῆς μετοχῆς,
正如现在被称为“五城同盟”之地的多利安人一样——这片土地以前被称为“六城同盟”——他们防范着不让邻近的任何多利安人进入特里奥皮翁神庙,甚至将他们自己人中对神庙犯下不法行为的人也排斥在共享范围之外。
§1.144.2ἐν γὰρ τῷ ἀγῶνι τοῦ Τριοπίου Ἀπόλλωνος ἐτίθεσαν τὸ πάλαι τρίποδας χαλκέους τοῖσι νικῶσι, καὶ τούτους χρῆν τοὺς λαμβάνοντας ἐκ τοῦ ἱροῦ μὴ ἐκφέρειν ἀλλʼ αὐτοῦ ἀνατιθέναι τῷ θεῷ.
因为在特里奥皮翁的阿波罗竞技会中,古时他们曾向胜利者提供青铜三脚鼎,而凡是获得它的人,都不被允许将其带出神庙,而必须在当地将其奉献给神明。
§1.144.3ἀνὴρ ὦν Ἁλικαρνησσεύς, τῷ οὔνομα ἦν Ἀγασικλέης, νικήσας τὸν νόμον κατηλόγησε, φέρων δὲ πρὸς τὰ ἑωυτοῦ οἰκία προσεπασσάλευσε τὸν τρίποδα.
然而,一个名叫阿加西克勒斯的哈利卡尔那索斯人,在获胜后无视了这一惯例,将三脚鼎带走并钉在了自己家里。
διὰ ταύτην τὴν αἰτίην αἱ πέντε πόλιες, Λίνδος καὶ Ἰήλυσός τε καὶ Κάμειρος καὶ Κῶς τε καὶ Κνίδος ἐξεκλήισαν τῆς μετοχῆς τὴν ἕκτην πόλιν Ἁλικαρνησσόν.
由于这个原因,五个城市——林多斯、伊阿吕索斯、卡梅罗斯、科斯和克尼多斯——将第六个城市哈利卡尔那索斯排除在共享范围之外。
τούτοισι μέν νυν οὗτοι ταύτην τὴν ζημίην ἐπέθηκαν.
于是,这些人便对他们施加了这一处罚。