§1.143.1τούτων δὴ ὦν τῶν Ἰώνων οἱ Μιλήσιοι μὲν ἦσαν ἐν σκέπῃ τοῦ φόβου, ὅρκιον ποιησάμενοι, τοῖσι δὲ αὐτῶν νησιώτῃσι ἦν δεινὸν οὐδέν· οὔτε γὰρ Φοίνικες ἦσαν κω Περσέων κατήκοοι οὔτε αὐτοὶ οἱ Πέρσαι ναυβάται.
在这些伊奥尼亚人中,米利都人因为订立了誓约,因而免受恐惧之苦;而他们中居住在岛屿上的人,也没有什么可害怕的,因为腓尼基人尚未臣服于波斯人,波斯人自己也不是水手。
§1.143.2ἀπεσχίσθησαν δὲ ἀπὸ τῶν ἄλλων Ἰώνων οὗτοι κατʼ ἄλλο μὲν οὐδέν, ἀσθενέος δὲ ἐόντος τοῦ παντὸς τότε Ἑλληνικοῦ γένεος, πολλῷ δὴ ἦν ἀσθενέστατον τῶν ἐθνέων τὸ Ἰωνικὸν καὶ λόγου ἐλαχίστου· ὅτι γὰρ μὴ Ἀθῆναι, ἦν οὐδὲν ἄλλο πόλισμα λόγιμον.
这些人之所以与其他的伊奥尼亚人分离开来,并没有别的原因:在当时整个希腊民族都处于弱势的情况下,伊奥尼亚部族在所有部族中显然是最弱小、最微不足道的;因为除了雅典,没有其他著名的城市。
§1.143.3οἱ μέν νυν ἄλλοι Ἴωνες καὶ οἱ Ἀθηναῖοι ἔφυγον τὸ οὔνομα, οὐ βουλόμενοι Ἴωνες κεκλῆσθαι, ἀλλὰ καὶ νῦν φαίνονταί μοι οἱ πολλοὶ αὐτῶν ἐπαισχύνεσθαι τῷ οὐνόματι·
因此,其他的伊奥尼亚人和雅典人避开这个名字,不愿被称为伊奥尼亚人,而且甚至在今天,他们中的大多数人似乎仍以此名为耻。
αἱ δὲ δυώδεκα πόλιες αὗται τῷ τε οὐνόματι ἠγάλλοντο καὶ ἱρὸν ἱδρύσαντο ἐπὶ σφέων αὐτέων, τῷ οὔνομα ἔθεντο Πανιώνιον, ἐβουλεύσαντο δὲ αὐτοῦ μεταδοῦναι μηδαμοῖσι ἄλλοισι Ἰώνων (οὐδʼ ἐδεήθησαν δὲ οὐδαμοὶ μετασχεῖν ὅτι μὴ Σμυρναῖοι)·
然而,这十二个城市却以此名为荣,并为他们自己建立了一座圣所,命名为帕尼奥尼翁,并决议不让任何其他伊奥尼亚人分享它(不过,除了斯 Smyrna 人之外,也确实没有任何人请求分享它)。