Humanitext Reader

希罗多德 · 历史 §1.142.1-1.142.4

伊奥尼亚的气候与十二城邦的四种方言

第 142 段,共 1577 段 · 希腊语

内容简介

作者赞美了伊奥尼亚优越的气候,并解释了十二个伊奥尼亚城邦根据地理位置分为四个不同的方言群体。

§1.142.1οἱ δὲ Ἴωνες οὗτοι, τῶν καὶ τὸ Πανιώνιον ἐστί, τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ ἐτύγχανον ἱδρυσάμενοι πόλιας πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν·
至于这些拥有帕尼奥尼翁的伊奥尼亚人,在我们所知道的所有人类当中,他们恰好把城市建立在最美丽的晴空与气候(季节)之中。
§1.142.2οὔτε γὰρ τὰ ἄνω αὐτῆς χωρία τὠυτὸ ποιέει τῇ Ἰωνίῃ οὔτε τὰ κάτω οὔτε τὰ πρὸς τὴν ἠῶ οὔτε τὰ πρὸς τὴν ἑσπέρην, τὰ μὲν ὑπὸ τοῦ ψυχροῦ τε καὶ ὑγροῦ πιεζόμενα, τὰ δὲ ὑπὸ τοῦ θερμοῦ τε καὶ αὐχμώδεος.
因为不论是伊奥尼亚之上的地区、之下的地区,还是向东、向西的地区,都无法与伊奥尼亚相比;有些地方饱受寒冷与潮湿的折磨,另一些地方则饱受炎热与干旱的煎熬。
§1.142.3γλῶσσαν δὲ οὐ τὴν αὐτὴν οὗτοι νενομίκασι, ἀλλὰ τρόπους τέσσερας παραγωγέων.
他们使用的并不是同一种语言,而是四种不同的方言变体。
Μίλητος μὲν αὐτέων πρώτη κέεται πόλις πρὸς μεσαμβρίην, μετὰ δὲ Μυοῦς τε καὶ Πριήνη.
在他们的城市中,最靠南的是米利都,紧接着是米乌斯和普里埃内。
§1.142.4αὗται μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι, αἵδε δὲ ἐν τῇ Λυδίῃ, Ἔφεσος Κολοφὼν Λέβεδος Τέως Κλαζομεναὶ Φώκαια· αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν, σφισι δὲ ὁμοφωνέουσι.
这些城市坐落在卡里亚,彼此之间操着相同的方言。 而以下城市则坐落在吕底亚:叶菲索斯、科洛丰、勒贝多斯、特奥斯、克拉佐美奈和福卡亚;这些城市在语言上与前面提到的城市毫无共同之处,但它们彼此之间的话音是一致的。
ἔτι δὲ τρεῖς ὑπόλοιποι Ἰάδες πόλιες, τῶν αἱ δύο μὲν νήσους οἰκέαται, Σάμον τε καὶ Χίον, ἡ δὲ μία ἐν τῇ ἠπείρῳ ἵδρυται, Ἐρυθραί.
此外还有三个剩下的伊奥尼亚城市,其中两个坐落在岛屿上,即萨摩斯和希奥斯,另一个则建立在大陆上,即埃里特莱。
Χῖοι μέν νυν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται, Σάμιοι δὲ ἐπʼ ἑωυτῶν μοῦνοι.
希奥斯人和埃里特莱人说着相同的方言,而萨摩斯人则独自使用一种方言。
οὗτοι χαρακτῆρες γλώσσης τέσσερες γίνονται.
这些便构成了语言的四种特征(方言)。

词汇与语法注释

  1. 1.142.1τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ — 属格 τοῦ οὐρανοῦ καὶ τῶν ὡρέων 饰形容词最高级中性名词化词组 ἐν τῷ καλλίστῳ。此处的 οὐρανός 意为“天空、气候”,ὧραι 意为“季节”,合起来表示“在最美丽的天空与气候(地方)中”。
  2. 1.142.1ἐτύγχανον ἱδρυσάμενοι — 动词 τυγχάνω 连用分词(ἱδρυσάμενοι)的句式,表示“碰巧……”或用于强调他们确实在该地建立城市的历史事实。
  3. 1.142.1πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν — 词组 πάντων ἀνθρώπων 是部分属格,修饰句首的主语 οἱ δὲ Ἴωνες οὗτοι(意为“在我们所知的所有人中,这些伊奥尼亚人……”)。虽然它在理论上也可以与最高级 καλλίστῳ 连用(意为“在所有人居住的最美丽的地方”),但在文意上,将其作为主语的限定更为自然。
  4. 1.142.2τὰ μὲν ὑπὸ τοῦ ψυχροῦ... πιεζόμενα — 中性复数分词 πιεζόμενα(πιάζω 的现在被动分词)与指代伊奥尼亚周边地区的关联代词 τὰ μὲν ... τὰ δὲ 一致。介词 ὑπό 加上属格表示被动的施事或原因(即“受寒冷……所折磨”)。
  5. 1.142.4οἰκέαται — 动词形式 οἰκέαται 是伊奥尼亚方言中以 -αται 结尾的第三人称复数现在完成时(中/被动)形式,相当于雅典方言的 οἴκηνται(源自 οἰκέω)。此处它带宾格 νήσους 作直接宾语,作及物动词使用,意为“居住在岛屿上”。

引用这一段

希罗多德, 历史 §1.142.1-1.142.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.142.1-1.142.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。