§1.141.1Ἴωνες δὲ καὶ Αἰολέες, ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσῳ ἦσαν κατήκοοι.
吕底亚人一被波斯人征服,伊奥尼亚人和埃奥利斯人就派遣使者到萨尔迪斯去见居鲁士,希望在过去臣服于克洛伊索斯的同样条件下臣服于他。
ὁ δὲ ἀκούσας αὐτῶν τὰ προΐσχοντο ἔλεξέ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν ἰδόντα ἰχθῦς ἐν τῇ θαλάσσῃ αὐλέειν, δοκέοντα σφέας ἐξελεύσεσθαι ἐς γῆν· §1.141.2ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος, λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι, ἰδόντα δὲ παλλομένους εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς
παύεσθέ μοι ὀρχεόμενοι, ἐπεῖ οὐδʼ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι.
居鲁士听到了他们的提议,就对他们讲了一个寓言,说是有一个吹笛人,看到海里的鱼,就吹起笛来,以为它们会到陆地上来;但当他的希望落空时,他就拿了一张撒网,把大批的鱼围住并拉了上来;看着它们在蹦跳挣扎,他便对鱼儿说:“别再为我跳舞了,因为当我吹笛时,你们并不愿意跳着舞出来。
§1.141.3Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον αὐτοῦ Κύρου δεηθέντος διʼ ἀγγέλων ἀπίστασθαι σφέας ἀπὸ Κροίσου οὐκ ἐπείθοντο, τότε δὲ κατεργασμένων τῶν πρηγμάτων ἦσαν ἕτοιμοι πείθεσθαι Κύρῳ.
” 居鲁士之所以对伊奥尼亚人和埃奥利斯人讲这个故事,是因为这个原因:也就是说,先前居鲁士亲自通过使者请求伊奥尼亚人背叛克洛伊索斯时,他们并不听从,到了现在大局已定,他们却准备听从居鲁士了。
§1.141.4ὃ μὲν δὴ ὀργῇ ἐχόμενος ἔλεγέ σφι τάδε·
于是他满怀愤怒,对他们说了这番话。
Ἴωνες δὲ ὡς ἤκουσαν τούτων ἀνενειχθέντων ἐς τὰς πόλιας, τείχεά τε περιεβάλοντο ἕκαστοι καὶ συνελέγοντο ἐς Πανιώνιον οἱ ἄλλοι, πλὴν Μιλησίων· πρὸς μούνους γὰρ τούτους ὅρκιον Κῦρος ἐποιήσατο ἐπʼ οἷσί περ ὁ Λυδός.
伊奥尼亚人一听到这些话被传回到各自的城邦,他们便各自修筑起城墙,除米利都人外,其余的人都聚集在帕尼奥尼翁;因为居鲁士只与米利都人缔结了盟约,其条件与吕底亚人先前所给的相同。
τοῖσι δὲ λοιποῖσι Ἴωσι ἔδοξε κοινῷ λόγῳ πέμπειν ἀγγέλους ἐς Σπάρτην δεησομένους Ἴωσι τιμωρέειν.
其余的伊奥尼亚人便决定共同派遣使者前往斯巴达,请求他们援助伊奥尼亚人。