§1.142.1οἱ δὲ Ἴωνες οὗτοι, τῶν καὶ τὸ Πανιώνιον ἐστί, τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ ἐτύγχανον ἱδρυσάμενοι πόλιας πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν·
These Ionians, to whom the Panionium also belongs, happened to have founded their cities in the finest climate and seasons of all the men whom we know.
§1.142.2οὔτε γὰρ τὰ ἄνω αὐτῆς χωρία τὠυτὸ ποιέει τῇ Ἰωνίῃ οὔτε τὰ κάτω οὔτε τὰ πρὸς τὴν ἠῶ οὔτε τὰ πρὸς τὴν ἑσπέρην, τὰ μὲν ὑπὸ τοῦ ψυχροῦ τε καὶ ὑγροῦ πιεζόμενα, τὰ δὲ ὑπὸ τοῦ θερμοῦ τε καὶ αὐχμώδεος.
For neither the regions above Ionia, nor those below, nor those to the east, nor those to the west, do the same as Ionia itself; some being oppressed by cold and moisture, others by heat and drought.
§1.142.3γλῶσσαν δὲ οὐ τὴν αὐτὴν οὗτοι νενομίκασι, ἀλλὰ τρόπους τέσσερας παραγωγέων.
And they do not use the same tongue, but four different dialects.
Μίλητος μὲν αὐτέων πρώτη κέεται πόλις πρὸς μεσαμβρίην, μετὰ δὲ Μυοῦς τε καὶ Πριήνη.
Miletus indeed lies first of their cities towards the south, and after it Myus and Priene.
§1.142.4αὗται μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι, αἵδε δὲ ἐν τῇ Λυδίῃ, Ἔφεσος Κολοφὼν Λέβεδος Τέως Κλαζομεναὶ Φώκαια· αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν, σφισι δὲ ὁμοφωνέουσι.
These are settled in Caria, speaking the same dialect among themselves; and these in Lydia: Ephesus, Colophon, Lebedus, Teos, Clazomenae, Phocaea; these cities agree in language in nothing with those previously mentioned, but agree in speech among themselves.
ἔτι δὲ τρεῖς ὑπόλοιποι Ἰάδες πόλιες, τῶν αἱ δύο μὲν νήσους οἰκέαται, Σάμον τε καὶ Χίον, ἡ δὲ μία ἐν τῇ ἠπείρῳ ἵδρυται, Ἐρυθραί.
And there are yet three remaining Ionian cities, of which two inhabit islands, Samos and Chios, and one is established on the mainland, Erythrae.
Χῖοι μέν νυν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται, Σάμιοι δὲ ἐπʼ ἑωυτῶν μοῦνοι.
Now the Chians and Erythraeans speak according to the same dialect, but the Samians by themselves alone.
οὗτοι χαρακτῆρες γλώσσης τέσσερες γίνονται.
These make four characters of language.