§1.132.1θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε· οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν, οὐ σπονδῇ χρέωνται, οὐκὶ αὐλῷ, οὐ στέμμασι, οὐκὶ οὐλῇσι·
波斯人对上述神明所确立的献祭仪式如下:当他们准备献祭时,既不建立祭坛,也不点燃祭火,既不使用奠酒,也不使用笛子、花环和大麦粒。
τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ, ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεόν, ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα.
相反,在这些神明中,无论每个人想向哪一位献祭,他都会把牲畜带到干净的地方,并呼唤该神明,此时他会特别用香桃木花冠装饰自己的头巾。
§1.132.2ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά, ὁ δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι· ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται.
献祭者本人不得单独为自己私下祈求福祉,而是要为全体波斯人和国王祈求好运,因为他自己也包含在全体波斯人之中。
ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἁπαλωτάτην, μάλιστα δὲ τὸ τρίφυλλον, ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα.
当他把牺牲按肢体切碎并煮熟肉后,他会在下面铺上最柔软的草,尤其是三叶草,然后把所有的肉都放在上面。
§1.132.3διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην, οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν· ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι.
当他把肉摆放好后,一个马格斯人会站在旁边,吟唱一部神谱,也就是他们所说的那种咒歌;因为如果没有马格斯人,他们按习惯是不允许进行献祭的。
ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται ὁ θύσας τὰ κρέα καὶ χρᾶται ὅ τι μιν λόγος αἱρέει.
在等待了片刻之后,献祭者便把肉拿走,并按照他自己的意愿随意使用。