§1.12.1ὡς δὲ ἤρτυσαν τὴν ἐπιβουλήν, νυκτὸς γενομένης (οὐ γὰρ ἐμετίετο ὁ Γύγης, οὐδέ οἱ ἦν ἀπαλλαγὴ οὐδεμία, ἀλλʼ ἔδεε ἤ αὐτὸν ἀπολωλέναι ἢ Κανδαύλεα) εἵπετο ἐς τὸν θάλαμον τῇ γυναικί, καί μιν ἐκείνη, ἐγχειρίδιον δοῦσα, κατακρύπτει ὑπὸ τὴν αὐτὴν θύρην.
当他们谋划好阴谋,夜幕降临时(因为吉格斯未被放过,他也毫无退路,而是他自己死或者坎达乌列斯死,二者必居其一),他便跟随那妇人进入寝室。 那妇人递给他一把短剑,将他藏在同一个门后。
§1.12.2καὶ μετὰ ταῦτα ἀναπαυομένου Κανδαύλεω ὑπεκδύς τε καὶ ἀποκτείνας αὐτὸν ἔσχε καὶ τὴν γυναῖκα καὶ τὴν βασιληίην Γύγης τοῦ καὶ Ἀρχίλοχος ὁ Πάριος κατὰ τὸν αὐτὸν χρόνον γενόμενος ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθη.
此后,趁着坎达乌列斯歇息时,吉格斯悄悄溜出并杀死了他,夺取了那妇人和王权。 同时代的帕罗斯岛人阿基罗库斯,也在一首三音步雅姆诗中提到了这位吉格斯。