§1.11.1τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε.
\n当时她就这样一无所露,保持着平静。
ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα.
然而天一亮,她就准备好了仆役中她认为最忠于自己的人,并召见吉格斯。
ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος· ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν.
吉格斯以为她对所发生的事一无所知,应召而来;因为以前也是这样,每当王后召见,他都会前往。
§1.11.2ὡς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε. νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι.
\n\n吉格斯一到,妇人便说道:\n“吉格斯,现在摆在你面前有两条路,我给你一个选择,看你愿意走哪一条。
ἢ γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν, ἢ αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ.
要么你杀死坎达乌列斯,拥有我并得到吕底亚人的王权;要么你自己必须立刻死在这里,以免你今后对坎达乌列斯百依百顺,看到了不该看的东西。
§1.11.3ἀλλʼ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι, ἢ σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα.
\n\n总之,要么是那个策划了这一切的人死,要么是看见了我的裸体、做了不合规矩之事的主犯你死。
ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν.
”\n吉格斯一时之间对这些话感到惊愕,随后他恳求她不要强加给他必须做出这种选择的必然性。
§1.11.4οὔκων δὴ ἔπειθε, ἀλλʼ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπʼ ἄλλων ἀπόλλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι.
\n\n但他未能说服她,反而看到真正的被迫之势摆在面前:要么毁灭主人,要么自己被别人毁灭;他选择了让自己活下去。
ἐπειρώτα δὴ λέγων τάδε. ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ.
于是他问道:\n“既然你强迫我违反本意去杀害我的主人,那么来吧,让我听听,我们将以何种方式和手段向他下手。
§1.11.5ἣ δὲ ὑπολαβοῦσα ἔφη
ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται.
”\n\n她接过去说道:\n“袭击的发起地点,就在他让我裸体展示给你的同一个地方;而动手,则要在他就寝熟睡的时候。 ”