§1.115.1ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης, θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα, μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα.
阿斯提阿格斯听了这些话,又见到了这孩子的伤痕,为了向阿尔提姆巴雷斯表示敬意,并想为这孩子复仇,便召来了牧牛人和他的儿子。
ἐπείτε δὲ παρῆσαν ἀμφότεροι, βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης ἔφη §1.115.2σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρʼ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν;
当两人都来到时,阿斯提阿格斯看着居鲁士说道: “你既然是这样一个人的儿子,怎敢对在我身边地位最高的一位人物的儿子,施加如此的侮辱?
ὁ δὲ ἀμείβετο ὧδε. ὦ δέσποτα, ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ.
” 居鲁士回答道: “主人,我对他做这些事是合乎情理的。
οἱ γάρ με ἐκ τῆς κώμης παῖδες, τῶν καὶ ὅδε ἦν, παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα· ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος.
因为村里的孩子们(他也是其中之一)在游戏时,立我为他们的国王,因为在他们看来,我是最适合这个职位的。
§1.115.3οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον, οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα, ἐς ὃ ἔλαβὲ τὴν δίκην.
其他孩子都执行了指派给他们的任务,唯独此人不听命令,毫不理会,直到最后受到了惩罚。
εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί, ὅδε τοὶ πάρειμι.
如果说我因此应该受到什么惩罚的话,瞧,我现在就在您面前。 ”