Humanitext Reader

希罗多德 · 历史 §1.114.1-1.114.5

居鲁士的游戏称王与阿尔提姆巴雷斯的申诉

第 114 段,共 1577 段 · 希腊语

内容简介

十岁时的居鲁士在村庄的游戏中被孩子们选为国王,并惩罚了一位未听从命令的米底贵族之子。受罚孩子的父亲阿尔提姆巴雷斯随后向阿斯提阿格斯国王控诉这桩暴行。

§1.114.1καὶ ὅτε ἦν δεκαέτης ὁ παῖς, πρῆγμα ἐς αὑτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν.
当这孩子十岁的时候,发生在他身上的一件如下的事情,揭露了他的真实身份。
ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται, ἔπαιζε δὲ μετʼ ἄλλων ἡλίκων ἐν ὁδῷ.
他当时正在这个同样放牧着这些牛群的村子里玩耍,在路上和同龄的其他孩子们一起玩。
καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα.
孩子们在游戏时,选举了这个被称为牧牛人之子的孩子作为他们的国王。
§1.114.2ὁ δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν, τοὺς δὲ δορυφόρους εἶναι, τὸν δέ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι, τῷ δὲ τινὶ τὰς ἀγγελίας φέρειν ἐδίδου γέρας, ὡς ἑκάστῳ ἔργον προστάσσων.
于是,他向他们发号施令:命令一些人建造房屋,另一些人做护卫,并指定他们中的某一个人做“国王之眼”,又赐予另一个人传递消息的光荣特权,以此给每个人指派任务。
§1.114.3εἷς δὴ τούτων τῶν παίδων συμπαίζων, ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι, οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου, ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν, πειθομένων δὲ τῶν παίδων ὁ Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων.
在这些一起玩耍的孩子中,有一个是阿尔提姆巴雷斯的孩子,阿尔提姆巴雷斯是米底人中享有声望的人物;因为这个孩子没有执行居鲁士所指派的任务,居鲁士便命令其他孩子将他揪住。 在孩子们顺从之后,居鲁士用皮鞭抽打这孩子,对他惩治得极为严厉。
§1.114.4ὁ δὲ ἐπείτε μετείθη τάχιστα, ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθών, μᾶλλόν τι περιημέκτεε, κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε, λέγων δὲ οὐ Κύρου (οὐ γάρ κω ἦν τοῦτο τοὔνομα), ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός.
这孩子一被放开,便觉得自己遭受了与其身份不符的屈辱,感到无比愤恨。 他回到城里,向父亲哭诉他从居鲁士那里遭受的待遇,但他没有说“居鲁士”(因为那时他还没有这个名字),而是说“阿斯提阿格斯的牧牛人的儿子”。
§1.114.5ὁ δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι, λέγων ὦ βασιλεῦ, ὑπὸ τοῦ σοῦ δούλου, βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα, δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους.
阿尔提姆巴雷斯在盛怒之下,带着孩子去见阿斯提阿格斯,声称他们遭受了无法容忍的虐待,说道:“大王,我们被您的奴隶,那个牧牛人的儿子,侮辱到了如此地步! ”说着,他露出了这孩子肩膀上的伤痕。

词汇与语法注释

  1. §1.114.1ἐξέφηνέ μιν — μιν 是伊奥尼亚方言中的第三人称单数宾格代词(相当于 αὐτόν),作 ἐξέφηνε 的直接宾语。动词 ἐξέφηνε 意为“揭示”或“使显露”,整句意为“发生的某件事揭示了他的(真实身份)”。
  2. §1.114.1ἐπίκλησιν — 关系宾格(或副词性宾格),意为“名义上”、“所谓”、“被称为”。修饰 τὸν τοῦ βουκόλου... παῖδα,用以说明他只是在名义上被称为牧牛人之子,实际上并非如此。
  3. §1.114.4τῶν ὑπὸ Κύρου ἤντησε — 动词 ἤντησε(ἀντάω“遭遇、遭受”的过去不定时)支配属格。关系代词因受到省略的先行词 τούτων 的影响而同化为属格,其结构相当于 τούτων ὧν ὑπὸ Κύρου ἤντησε(“他从居鲁士那里遭受的事物”)。

引用这一段

希罗多德, 历史 §1.114.1-1.114.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.114.1-1.114.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。