§1.113.1κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνή, καὶ αὐτίκα ἐποίεε ταῦτα· τὸν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί, τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον·
牧牛人觉得在当时的情况下,妻子的提议极合情理,便立刻照办了:他把那个原本带去要处死的孩子交给了自己的妻子,而将自己那个已经死去的孩子抱过来,放入之前装另一个孩子的箱子里。
§1.113.2κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός, φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει.
他用另一个孩子的全部服饰将这具死尸装饰好,带到山中最荒凉的地方丢弃在那里。
ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο, ἤιε ἐς πόλιν ὁ βουκόλος, τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών, ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν.
当孩子被丢弃到第三天时,牧牛人留下一名下属牧人看守,自己进城去了。 他来到哈尔帕哥斯的府中,声称自己已准备好展示那孩子的尸体。
§1.113.3πέμψας δὲ ὅ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον, καὶ τὸ μὲν ἐτέθαπτο, τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου, οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη.
哈尔帕哥斯派出了自己最信赖的卫兵,通过他们目睹并安葬了牧牛人的孩子。 就这样,一个孩子被埋葬了,而另一个后来被称为居鲁士的孩子,则由牧牛人的妻子领去抚养,她给他起了个别的名字,而没有叫他居鲁士。