§1.113.1κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνή, καὶ αὐτίκα ἐποίεε ταῦτα·
牛飼いは、現在の状況において妻が極めて適切な提案をしていると考え、すぐにこれを実行に移した。
τὸν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί, τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον·
すなわち、殺すつもりで連れてきたあの子供を自分の妻に引き渡す一方、すでに死んでいた自分の子供を引き取り、もう一方の子供を連れてきたときの籠の中に入れたのである。
§1.113.2κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός, φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει.
そして、もう一方の子供のすべての装飾品でその死体を飾り立てると、山の中の最も荒涼とした場所へと運んでいって置いた。
ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο, ἤιε ἐς πόλιν ὁ βουκόλος, τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών, ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν.
子供が晒されて三日目になったとき、牛飼いは下働きの牧夫の一人をその見張りに残して町へと向かい、ハルパゴスの邸に到着すると、子供の死骸を見せる用意ができていると言った。
§1.113.3πέμψας δὲ ὅ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον, καὶ τὸ μὲν ἐτέθαπτο, τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου, οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη.
ハルパゴスは自分の護衛兵のうち最も信頼できる者たちを派遣し、彼らの目を通してそれ(死骸)を確認させた上で、牛飼いの子を埋葬した。 こうして一方の子は埋葬され、もう一方の、後にキュロスと名付けられることになる子は、牛飼いの妻が引き取って育てた。 その際、彼女は彼にキュロスではなく、何か別の名前を付けた。