Humanitext Reader

希罗多德 · 历史 §1.111.1-1.111.5

牧牛人归家并向妻子道出婴儿身世

第 111 段,共 1577 段 · 希腊语

内容简介

牧牛人遵命领回婴儿回到家中,发现妻子刚刚分娩。他向妻子讲述了在城中的见闻以及这个婴儿实际上是阿斯提阿格斯外孙的惊人真相。

§1.111.1ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν.
牧牛人听了这些话,便接过了孩子,沿着原路返回,回到了牧舍。
τῷ δʼ ἄρα καὶ αὐτῷ ἡ γυνή, ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην, τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν.
不料对他来说也是如此,他的妻子每天都处于随时可能分娩的状态,正好在牧牛人进城去的时候,由于某种神意的巧合而生产了。
ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι, ὃ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων, ἡ δὲ γυνὴ ὅ τι οὐκ ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα.
他们两人都在为彼此担心,他担心妻子的分娩,而妻子则担心哈尔帕哥斯不同寻常地派人召见她的丈夫。
§1.111.2ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο.
当他回来并站在她面前时,妻子出于意料地看着他,首先询问哈尔帕哥斯为何如此急切地派人来召见他。
ὁ δὲ εἶπε ὤ γύναι, εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους.
他说道: “妻子啊,我进城之后,看到了也听到了我宁愿从未见过、也宁愿从未发生在我们主人身上的事情。
οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο, ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω.
哈尔帕哥斯的整座房子都充满了哭声,我大惊失色地走了进去。
§1.111.3ὡς δὲ τάχιστα ἐσῆλθον, ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ.
我一走进去,就看见一个婴儿躺在那里,不停地挣扎和哭号,身上装饰着黄金和色彩斑斓的衣服。
Ἅρπαγος δὲ ὡς εἶδέ με, ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων, φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι, πόλλʼ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι.
哈尔帕哥斯一看见我,就命令我尽快抱起这个孩子,带走并扔在山中野兽最多之处,还说这是阿斯提阿格斯亲自交托给我的任务,并百般威胁,如果我不这样做会有什么后果。
§1.111.4καὶ ἐγὼ ἀναλαβὼν ἔφερον, δοκέων τῶν τινος οἰκετέων εἶναι·
于是我抱起他带了回来,以为他是某个家奴的孩子;因为我绝对料想不到他究竟是谁的孩子。
οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν. ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον, πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου.
然而,看到他身上装饰着黄金和衣服,我感到十分诧异,而且在哈尔帕哥斯的家里,显然弥漫着一片哀号之声。
§1.111.5καὶ πρόκατε δὴ κατʼ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος, ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος, ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου, καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι.
就在半路上,我立刻从那个护送我出城并将婴儿交到我手中的仆人口中得知了全部真相:原来他竟是阿斯提阿格斯的女儿曼达妮与居鲁士之子冈比西斯的儿子,而阿斯提阿格斯下令要杀死他。
νῦν τε ὅδε ἐστί.
现在,他就在这里。 ”

词汇与语法注释

  1. 1.111.1τῷ δʼ ἄρα καὶ αὐτῷ — 与格指示代名词 τῷ 与连词 δέ 和语气词 ἄρα 连用,意为“正如所料,对他(牧牛人)来说也是(就在那时)”。它不是关系代名词。
  2. 1.111.2τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι — ὄφελον(ὤφελον 的爱奥尼亚方言形式)引导无法实现的愿望,后接不定式(ἰδεῖν 和 γενέσθαι),意为“要是没看见就好了,要是从未发生就好了”。它与关系代名词 τό(= ὅ)一同构成关系从句。
  3. 1.111.4οὐ γὰρ ἂν κοτὲ κατέδοξα — 语气词 ἄν 与直陈式过去时(κατέδοξα)的结合,表示过去的潜在可能性(“因为我绝不会料想到”)或虚拟语气。
  4. 1.111.5ὡς ἄρα Μανδάνης τε εἴη παῖς — 接在连词 ὡς 后面的祈愿式 εἴη 是依附于主句动词 πυνθάνομαι(历史现在时)的间接引语祈愿式(斜格祈愿式)。语气词 ἄρα 增加了对所传达事实的意外发现或确认感(“原来他竟是……”)。

引用这一段

希罗多德, 历史 §1.111.1-1.111.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.111.1-1.111.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。