§1.110.1ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα·
他说完这些话,便立即派使者去召阿斯提阿格斯的一个牧牛人,他知道这人在最适宜的牧场和野兽最多的山中放牧。
τῷ οὔνομα ἦν Μιτραδάτης, συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ, οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν, κατὰ δὲ τὴν Μηδικὴν Σπακώ· τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι.
这人名叫米特拉达特斯,与他的一位同为奴隶的女人同居;同居的妻子的名字,按希腊语叫作丘诺,按米底亚语则叫作斯帕科,因为米底亚人把母犬称为“斯帕克斯”。
§1.110.2αἱ δὲ ὑπώρεαί εἰσὶ τῶν ὀρέων, ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ ὁ βουκόλος, πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου·
这位牧牛人放牧牛群的山麓,位于埃克巴坦那以北,靠近厄克辛海(黑海)。
ταύτῃ μὲν γὰρ ἡ Μηδικὴ χωρῇ πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής, ἡ δὲ ἄλλη Μηδικὴ χωρῇ ἐστὶ πᾶσα ἄπεδος.
因为在这个方向,即靠近萨斯佩雷斯人居住的地方,米底亚的土地非常多山,地势高耸且森林茂密,而米底亚的其他地方则全是一片平原。
§1.110.3ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο, ἔλεγε ὁ Ἅρπαγος τάδε. κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων, ὅκως ἂν τάχιστα διαφθαρείη·
因此,当那个牧牛人因被紧急召见而赶到时,哈尔帕哥斯对他说了以下的话: “阿斯提阿格斯命令你把这个孩子接过去,丢弃在山中最荒凉的地方,好让他尽快死掉。
καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν, ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς, ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι.
他还命令我转告你:如果你不杀死他,而是通过某种方法让他活下来,你将被处以最惨的死刑。
ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ.
而我则被派来监督这次遗弃。 ”