§1.111.1ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν.
牛飼いはこれを聞くと、赤ん坊を引き取って、来たのと同じ道を戻り、牧舎に到着した。
τῷ δʼ ἄρα καὶ αὐτῷ ἡ γυνή, ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην, τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν.
ところが彼にとってもまた実は、妻が毎日いつ産まれてもおかしくない状態であったが、ちょうどその時、牛飼いが町へ行っている間に、不思議な巡り合わせで出産したのである。
ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι, ὃ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων, ἡ δὲ γυνὴ ὅ τι οὐκ ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα.
二人は互いのことで心配し合っていた。 一方は妻のお産を案じ、他方、妻はハルパゴスが夫を召し出したのが尋常ではないことを心配していた。
§1.111.2ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο.
彼が帰ってきて目の前に立つと、妻は予期せぬことであったため彼を見て、ハルパゴスがなぜあのように急いで彼を召し出したのか、先に尋ねた。
ὁ δὲ εἶπε
ὤ γύναι, εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους.
男は言った。 「お前、町に行って、私は我が主人たちに決して起こらなければよかったこと、見なければよかったことを、見も聞きもした。
οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο, ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω.
ハルパゴスの家は家全体が泣き声に包まれており、私は驚いて中に入っていった。
§1.111.3ὡς δὲ τάχιστα ἐσῆλθον, ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ.
中に入るとすぐに、私は赤ん坊が横たわり、もがき、泣き叫んでいるのを目にした。 金や色鮮やかな衣装で飾られていた。
Ἅρπαγος δὲ ὡς εἶδέ με, ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων, φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι, πόλλʼ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι.
ハルパゴスは私を見ると、大急ぎで赤ん坊を抱えて立ち去り、山々の中でも最も獣が多い場所に捨てるようにと命じ、これを私に課したのはアストュアゲスであると言って、もし私がそうしなかったならと、あれこれ脅しをかけてきた。
§1.111.4καὶ ἐγὼ ἀναλαβὼν ἔφερον, δοκέων τῶν τινος οἰκετέων εἶναι·
そこで私はそれを受け取って運んだが、召使いたちの誰かの子だと思っていた。
οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν.
まさかどこの生まれであるかなど、思いもしなかったからだ。
ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον, πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου.
しかし、金や衣服で飾られているのを見て驚き、そのうえ、ハルパゴスの家で明らかに泣き声がわき起こっていたことにも驚いたのだ。
§1.111.5καὶ πρόκατε δὴ κατʼ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος, ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος, ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου, καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι.
そして道中ですぐに、私は町の下まで見送りつつその赤ん坊を私に手渡した従者からすべての事情を聞き知った。 すなわち、彼が実はアストュアゲスの娘マンダネと、キュロスの息子カンビュセスの間の子であり、アストュアゲスが彼を殺すよう命じている、という事情を。
νῦν τε ὅδε ἐστί.
そして今、ここに彼がいるのだ。 」