§1.109.1τούτοισι ἀμειψάμενος ὁ Ἅρπαγος, ὥς οἱ παρεδόθη τὸ παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ ἤιε κλαίων ἐς τὰ οἰκία·
哈尔帕哥斯用这些话回答后,当那穿戴着死者装束的孩子交到他手中时,他便一路上哭着回家去。
παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον.
他一进屋,就把阿斯提阿格斯所说的一切话原原本本地告诉了自己的妻子。
§1.109.2ἣ δὲ πρὸς αὐτὸν λέγει
νῦν ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν;
妻子对他说: “那么,你现在打算怎么做呢?
ὁ δὲ ἀμείβεται
οὐ τῇ ἐνετέλλετο Ἀστυάγης, οὐδʼ εἰ παραφρονήσει τε καὶ μανέεται κάκιον ἢ νῦν μαίνεται, οὔ οἱ ἔγωγε προσθήσομαι τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω.
” 他回答说: “我绝不按照阿斯提阿格斯命令的方式去做。 即使他丧失理智,比现在疯得还要厉害,我也绝不赞同他的决定,更不会去充当这种谋杀的帮凶。
§1.109.3πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν, καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστὶ ὁ παῖς, καὶ ὅτι Ἀστυάγης μὲν ἐστὶ γέρων καὶ ἅπαις ἔρσενος γόνου·
因为有许多理由,我不能杀这个孩子:既因为这孩子是我自己的亲戚,又因为阿斯提阿格斯年事已高,而且没有男嗣。
§1.109.4εἰ δʼ ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι ἡ τυραννίς, τῆς νῦν τὸν υἱὸν κτείνει διʼ ἐμεῦ, ἄλλο τι ἢ λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων ὁ μέγιστος;
如果在他死后,王位传给这个女儿——他现在正企图通过我来杀害她的儿子——那么,在此之后,除了面临最大的危险,我还能剩下什么呢?
ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον τελευτᾶν τὸν παῖδα, δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν.
不过,为了我本人的安全,这孩子确实必须死;然而,凶手必须是阿斯提阿格斯自己人中的某一个,而绝不能是我的人。 ”