§1.11.1τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε.
\nその時は、彼女はそのように何も明かさずに平静を保っていた。
ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα.
しかし、夜が明けるやいなや、彼女は家来たちのうち、自分に対して最も信頼がおけると日頃から見なしていた者たちを待機させ、ギュゲスを呼びにやった。
ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος·
彼は、彼女が起きた事柄について何も知らぬものと思って、呼ばれるままにやって来た。
ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν.
というのも、彼は以前からも、王妃が呼び出すときにはいつでも参上することにしていたからである。
§1.11.2ὡς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε.
\n\nギュゲスが到着すると、王妃は次のように言った。
νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι.
\n「ギュゲスよ、今おまえの前には二つの道が開かれているが、どちらに進みたいか、おまえに選択肢を与えよう。
ἢ γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν, ἢ αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ.
夫カンダウレスを殺して私とリュディア人の王権を手に入れるか、さもなければ、おまえ自身が今すぐこの場で死ぬかだ。 それは、今後おまえがカンダウレスに何でも従うことで、見てはならないものを見るようなことが二度とないようにするためだ。
§1.11.3ἀλλʼ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι, ἢ σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα.
\n\nいや、このようなことを企てたあやつが滅びるか、あるいは、私の裸を見て、あってはならぬことをしたおまえが滅びるか、そのどちらかでなければならないのだ。
ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν.
」\nギュゲスはしばらくの間、言われたことに唖然としていたが、その後、このような選択を迫って決断させるようなことだけはしないでほしいと彼女に懇願した。
§1.11.4οὔκων δὴ ἔπειθε, ἀλλʼ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπʼ ἄλλων ἀπόλλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι.
\n\nしかし、彼は彼女を説得することができず、主君を殺すか、あるいは自分自身が他者によって殺されるかという、避けることのできない強制が目の前に真に横たわっているのを見て、自分が生き延びることを選択した。
ἐπειρώτα δὴ λέγων τάδε.
そして、彼は次のように尋ねた。
ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ.
\n「あなたが望まない私に対して主君を殺すよう強いる以上、さあ、どのような方法と手段で彼に手を下すのか、教えてください。
§1.11.5ἣ δὲ ὑπολαβοῦσα ἔφη
ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται.
」\n\nすると、彼女は答えて言った。 \n「襲撃は、彼が私を裸で見せた、まさにその同じ場所から行われる。 そして彼が眠っている時に、手を下すのだ。 」