Humanitext Reader

希罗多德 · 历史 §1.10.1-1.10.3

吉格斯窥视被王后发现与王后立誓复仇

第 10 段,共 1577 段 · 希腊语

内容简介

吉格斯在卧室窥视王后脱衣,但在离开时被王后发现。王后明白这是丈夫的安排,暗誓报复,却在表面上假装不知。

§1.10.1ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἦν ἕτοιμος·
既然他无法逃脱,便做好了准备。
ὁ δὲ Κανδαύλης, ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι, ἤγαγε τὸν Γύγεα ἐς τὸ οἴκημα.
而坎达乌列斯,在觉得到了就寝的时间时,便把吉格斯领进了房间。
καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή.
随后,妻子也立刻到了。
ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης.
吉格斯看着她走进来并脱下衣服。
§1.10.2ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικός ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω, καὶ ἡ γυνὴ ἐπορᾷ μιν ἐξιόντα.
当妻子走向床榻、他到了她的身后时,他悄悄地溜了出去,而妻子看见了他正走出去。
μαθοῦσὰ δὲ τὸ ποιηθέν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα οὔτε ἔδοξε μαθεῖν, ἐν νοῶ ἔχουσα τίσεσθαι τὸν Κανδαύλεα.
明白了这是她丈夫的所作所为,她既没有因羞耻而叫喊,也没有表现出察觉到的样子,心中暗暗盘算着要报复坎达乌列斯。
§1.10.3παρὰ γὰρ τοῖσι Λυδοῖσι, σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι καὶ ἄνδρα ὀφθῆναι γυμνόν ἐς αἰσχύνην μεγάλην φέρει.
因为在吕底亚人中间,甚至在几乎所有其他蛮族中间,哪怕是男人,赤身露体被人看见也是一件极其可耻的事。

词汇与语法注释

  1. 1.10.2ἰούσης τῆς γυναικός — 阴性单数属格现在分词构成的属格独立(绝对属格)结构。在连词 ὡς 的支配下,表示与主句动作同时发生的伴随状况,意为“当妻子走向(床榻)时”。
  2. 1.10.2τὸ ποιηθέν ἐκ τοῦ ἀνδρὸς — 动词 ποιέω 被动不定过去时分词中性单数形式加上冠词的名词化用法,意为“丈夫所做的事”。被动语态的施动者用 ἐκ 加上属格表示,而非 ὑπό,这是希罗多德等爱奥尼亚方言中的常见特征。
  3. 1.10.3ἄνδρα ὀφθῆναι γυμνόν — 充当整个句子主语的“对格加不定式”结构。ὀφθῆναι 是 ὁράω 的被动不定过去时不定式,其逻辑主语为对格的 ἄνδra。γυμνόν 是与 ἄνδρα 一致的表语性形容词。连词 καί 在此意为“即使、连(男人)也”,修饰 ἄνδρα。

引用这一段

希罗多德, 历史 §1.10.1-1.10.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.10.1-1.10.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。