§1.108.1συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης, ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν, ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον, τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν.
在曼丹妮与康比塞斯共同生活的头一年,阿斯提阿格斯又梦见了另一个异象:他梦见从他这个女儿的私处长出了一株葡萄藤,而这株葡萄藤遮蔽了整个亚洲。
§1.108.2ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι, μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν, ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι·
他看见这个异象并将其倾诉给释梦者后,便从波斯召回了即将临产的女儿。 当她到达后,他便将她置于监视之下,企图毁灭她将生下的孩子。
ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου.
因为玛戈僧中的释梦者根据这个梦向他预示,他女儿的后代将代替他成为国王。
§1.108.3ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς ἐγένετο ὁ Κῦρος, καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ, ἔλεγὲ οἱ τοιάδε. §1.108.4Ἅρπαγε, πρῆγμα τὸ ἄν τοι προσθέω, μηδαμῶς παραχρήσῃ, μηδὲ ἐμέ τε παραβάλῃ καὶ ἄλλους ἑλόμενος ἐξ ὑστέρης σοὶ αὐτῷ περιπέσῃς·
因此,阿斯提阿格斯为了防范这些事情,在居鲁士出生后,便召来了哈尔帕哥斯——此人是他的亲信,不仅在米底人中最忠诚,而且是他一切事务的管理人——并对他说了以下的话: “哈尔帕哥斯,我将要托付给你的任务,你绝不可疏忽,也不可背叛我而选择他人,以免日后给你自己招来灾祸。
λάβε τὸν Μανδάνη ἔτεκε παῖδα, φέρων δὲ ἐς σεωυτοῦ ἀπόκτεινον, μετὰ δὲ θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι.
把曼丹妮所生的那个孩子带走,带回你自己的家里杀掉,然后用你本人认为合适的任何方式将他埋葬。
§1.108.5ὁ δὲ ἀμείβεται
ὦ βασιλεῦ, οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν, φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν.
” 他回答说: “王啊,您以前从未在这个人身上发现过任何不忠之处,我们也正小心防范,无论现在还是将来都不对您犯下任何过错。
ἀλλʼ εἲ τοι φίλον τοῦτο οὕτω γίνεσθαι, χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως.
但如果您的意愿是要如此行事,那么我的职责自当尽忠职守地去执行。 ”