§1.107.1μετὰ δὲ ταῦτα Κυαξάρης μέν, βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν, τελευτᾷ, ἐκδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιληίην.
这些事情之后,基亚克萨雷斯在位统治了四十年(其中包括斯基泰人统治的时期)后去世,他的儿子阿斯提阿格斯继承了王位。
Καὶ οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην·
阿斯提阿格斯得了一个女儿,给她起名叫曼丹妮。
τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν, ἐπικατακλύσαι δὲ καὶ τὴν Ἀσίην πᾶσαν.
阿斯提阿格斯在梦中看见她排尿极多,以至于淹没了他自己的城市,甚至泛滥到了整个亚洲。
ὑπερθέμενος δὲ τῶν Μάγων τοῖσι ὀνειροπόλοισι τὸ ἐνύπνιον, ἐφοβήθη παρʼ αὐτῶν αὐτὰ ἕκαστα μαθών.
他把这个梦向玛戈僧中有梦兆解释能力的人作了倾诉,在从他们那里得知了每一处细节的含义后,他感到十分恐惧。
§1.107.2μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα, δεδοικὼς τὴν ὄψιν· ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης, τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου, πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου.
此后,当这个曼丹妮已经到了出嫁的年龄时,由于惧怕那个梦景,他没有把她嫁给任何配得上他自己地位的米底人;相反,他把她嫁给了一个名叫康比塞斯的波斯人,因为他发现此人家世优良且性格温和,而他认为此人的地位远低于一个中等地位的米底人。