§5.1Δημοσθένης Ἡρακλεοδώρῳ εὖ πράττειν.
德摩斯梯尼向赫拉克洛多罗斯问好。
οὔθʼ ὅπως χρὴ πιστεύειν οἷς ἀπήγγελλέ μοι Μενεκράτης οὔθʼ ὅπως ἀπιστεῖν, ἔχω.
对于梅内克拉特斯向我报告的事情,我既不知道该如何相信,也不知道该如何不信。
ἔφη γὰρ Ἐπίτιμον ἐνδεδεῖχθαι μὲν καὶ ἀπῆχθαι ὑπʼ Ἀράτου, σὲ δʼ ἀγωνίζεσθαι καὶ ἁπάντων αὐτῷ χαλεπώτατον εἶναι.
因为他说,艾皮蒂莫斯已被阿拉托斯起诉并带走,而你正在与他作对,并且对他而言是所有人中最严酷的。
δέομαι δή σου πρὸς Διὸς ξενίου καὶ πάντων τῶν θεῶν, μή με καταστήσῃς ἀηδεῖ καὶ δεινῷ μηδενὶ περιπετῆ.
因此,我凭着待客之神宙斯和众神请求你,不要让我落入任何不快和可怕的境遇中。
§5.2εὖ γὰρ ἴσθι, χωρὶς τοῦ μέλειν μοι τῆς Ἐπιτίμου σωτηρίας καὶ νομίσαι μεγάλην ἂν συμφοράν, εἴ τι πάθοι καὶ τούτου σὺ συναίτιος εἴης, αἰσχύνομαι τοὺς συνειδότας μοι τοὺς λόγους οὓς ἐγὼ περὶ σοῦ πρὸς ἅπαντας ἀνθρώπους ἔλεγον, πεπεικὼς ἐμαυτὸν ἀληθῆ λέγειν, οὐκ ἐκ τοῦ πεπλησιακέναι σοι πεῖραν ἔχων, §5.3ἀλλʼ ὁρῶν ὅτι δόξης ἐπιτυγχάνων καὶ παιδείαν ἀπεδέχου, καὶ ταῦτα τὴν ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἥπερ ἐστὶν ὡς ἀληθῶς τῶν μὲν πλεονεκτημάτων καὶ τῶν περὶ ταῦτα σοφισμάτων ἔξω, τοῦ βελτίστου δὲ καὶ τοῦ δικαιοτάτου πάνθʼ ἕνεκʼ ἐξητασμένη· ἧς μὰ τοὺς θεοὺς τῷ μετασχόντι μὴ οὐχὶ ἀψευδεῖν καὶ πρὸς ἅπαντας ἀγαθῷ εἶναι οὐχ ὅσιον ἡγοῦμαι.
因为你应当明白,且不说我关心艾皮蒂莫斯的安危,并认为他若遭遇不测而你又是帮凶将是一场巨大的灾难,我还在那些知道我对所有人赞美你的话的人面前感到羞愧——我曾说服自己是在说真话,这并非因为我曾与你接近而有了实际经验,而是因为我看到你获得了名声并接受了教育,尤其是那来自柏拉图学派的教育,那确实是一种远离谋求私利和相关诡辩、在一切方面都为了追求最善与最正义而经过磨炼的教育;凭神明起誓,我认为凡参与该学派的人,若不保持诚实并对所有人友善,便是对神明的不敬。
§5.4γένοιτο δʼ ἄν μοι κἀκεῖνο τῶν χαλεπωτάτων, εἰ παρωρμηκὼς ἐμαυτὸν εὐνοϊκῶς ἔχειν σοι τὴν ἐναντίαν γνώμην μεταλαβεῖν ἀναγκασθείην, οἷα δὴ ὑπολαμβάνων παρεωρᾶσθαι καὶ πεφενακίσθαι.
此外,如果我曾促使自己对你怀有善意,如今却被迫转为相反的看法,那对我来说也将是最痛苦的事情之一,因为这意味着我认为自己被忽视和愚弄了。
κἂν μὴ φῶ, νόμιζέ μʼ οὕτως ἕξειν.
即使我不说出来,也请相信我会有这样的感受。
§5.5εἰ δʼ ἡμῶν καταπεφρόνηκας ὅτι τῶν πρώτων οὐκ ἐσμέν πω, λόγισαι ὅτι καὶ σύ ποτʼ ἦσθα νέος καὶ τὴν ἡλικίαν εἶχες ἣν ἡμεῖς νῦν, ἐκ δὲ τοῦ συμβουλεύειν καὶ πράττειν γεγένησαι τηλικοῦτος.
如果你因为我们还算不上首要人物而轻视我们,请考虑到你也曾年轻过,拥有我们现在的年纪,并且是通过提出建议和付诸行动才变得如此伟大的。
κἂν ἡμῖν τοῦτο συμβαίη.
这同样也可能发生在我们的身上。
τὸ μὲν γὰρ εὖ βουλεύεσθαι πάρεστιν, τῆς δὲ τύχης συλλαμβανούσης καὶ τοὔργον γένοιτʼ ἄν.
因为善于思考是我们的本分,若有运气相助,事业也会成功。
καλὸς οὖν ἔρανος χάρις δικαία· ἣν καὶ σὺ ποίησαι πρὸς ἐμέ.
因此,正当的恩惠是美好的相互奉献;请你也对我做出这样的奉献。
§5.6καὶ μηδʼ ὑφʼ ἑνὸς τῶν σοῦ φρονούντων χεῖρον ἄγου μηδʼ ἡττῶ, ἀλλʼ ἐκείνους ἄγʼ ἐπὶ τὰ σοὶ δοκοῦντα· καὶ πρᾶττε οὕτως ὅπως μηδενὸς τῶν ὁμολογηθέντων στερηθῶμεν, ἀλλʼ Ἐπιτίμῳ γένηται σωτηρία τις καὶ ἀπαλλαγὴ τῶν κινδύνων.
请不要被任何想法比你低下的人带坏或征服,相反,你要引导他们走向你认为正确的方向;并要如此行事,使我们不至于失去任何已达成共识的事情,而是让艾皮蒂莫斯得到某种安全并摆脱危险。
παρέσομαι δʼ εἰς τὸν χρόνον κἀγώ, καθʼ ὃν ἂν σὺ φῇς καιρὸν εἶναι.
在你说合适的时候,我也将会到场。
γράψας δέ μοι πέμψον, ἢ καὶ ὡς φίλῳ ἐπίστελλε.
写信寄给我,或者像对朋友那样吩咐我。
εὐτύχει.
祝你好运。