Humanitext Reader

狄摩西尼 · 书信集 §6.1-6.2

向雅典派遣通报战况的使者

第 14 段,共 14 段 · 希腊语

内容简介

德摩斯梯尼写信给雅典议会和人民,告知他正派去一位来自战场的目击使者,以便他们能详细了解战况并感到安心。

§6.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν.
德摩斯梯尼向议会和人民问好。
ἦλθεν ἐπιστολὴ παρʼ Ἀντιφίλου πρὸς τοὺς τῶν συμμάχων συνέδρους, τοῖς μὲν βουλομένοις ἀγαθὰ προσδοκᾶν ἱκανῶς γεγραμμένη, τοῖς δʼ ὑπηρετοῦσιν Ἀντιπάτρῳ πολλοὺς καὶ δυσχερεῖς ἀπολείπουσα λόγους, οἳ παραλαβόντες τὰ παρʼ Ἀντιπάτρου γράμματα πρὸς Δείναρχον εἰς Κόρινθον ἐλθόντα, ἁπάσας τὰς ἐν Πελοποννήσῳ πόλεις τοιούτων λόγων ἔπλησαν οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί.
安提菲洛斯给盟友的议员们送来了一封信,这封信对那些希望期待好消息的人来说写得足够详尽,但对那些效忠安提帕特的人来说却留下了许多棘手的争论。 这些人收到了安提帕特写给前往科林斯的戴纳科斯的信,使伯罗奔尼撒的所有城市都充满了这样的言论——愿神明将这些言论降在他们自己的头上。
§6.2ἀφικομένου δὲ τοῦ νῦν ἥκοντος μετὰ τοῦ παρʼ ἐμοῦ φέροντος γράμματα παρὰ Πολεμαίστου πρὸς τὸν ἀδελφὸν Ἐπίνικον, ἄνδρʼ ὑμῖν εὔνουν καὶ ἐμοὶ φίλον, κἀκείνου πρὸς ἔμʼ ἀγαγόντος, ἀκούσαντί μοι ἃ ἔλεγεν ἐδόκει πρὸς ὑμᾶς αὐτὸν ἀποστεῖλαι, ὅπως πάντα σαφῶς ἀκούσαντες τὰ ἐν τῷ στρατοπέδῳ γεγονότα τοῦ περὶ τὴν μάχην παραγεγενημένου τό τʼ εἰς τὸ παρὸν θαρρῆτε, καὶ τὰ λοιπὰ τῶν θεῶν θελόντων ὡς βούλεσθʼ ἕξειν ὑπολαμβάνητε.
如今抵达的那个人带着波莱迈斯托斯写给其兄弟埃皮尼科斯(此人对你们友好且是我的朋友)的信,与携带我信件的人一同到达,并且埃皮尼科斯将他带到了我这里;在听了他所说的话之后,我认为应当将他本人送往你们那里,以便你们从亲自参与了战役的人那里,清楚地听到营地里所发生的一切事情,从而既对现状保持信心,又能在神明的护佑下,设想未来的事情也会如你们所愿。
εὐτυχεῖτε.
祝你们安康。

词汇与语法注释

  1. 6.1οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί — 关系代词 οἵων 因受其先行词 τοιούτων λόγων 的格支配而被同化为属格。动词 τρέψειαν 是表示愿望的祈愿语气,表达作者的期盼:“愿众神将这些言论(所带来的灾祸)降在他们自己的头上”。
  2. 6.2ἀφικομένου δὲ τοῦ νῦν ἥκοντος ... κἀκείνου πρὸς ἔμʼ ἀγαγόντος — 此处并列了两个独立的属格绝对结构(genitive absolute)。第一个结构的发出者是分词短语 τοῦ νῦν ἥκοντος(如今抵达的那个人),第二个结构的发出者是 κἀκείνου(即 καὶ ἐκείνου,指其兄弟埃皮尼科斯)。它们共同构成了时间与逻辑上的背景前提。
  3. 6.2ἀκούσαντί μοι ... ἐδόκει — 无人称动词 ἐδόκει(似乎/认为合适)的逻辑主语由与格代词 μοι 及其修饰分词 ἀκούσαντι(听到的我)来表示。整句意为“在我听过之后,我认为应该……”。
  4. 6.2τοῦ περὶ τὴν μάχην παραγεγενημένου — 该属格短语在句法上修饰分词 ἀκούσαντες(听到),表示信息的来源:“从亲自参与了战役的人那里(听到)”。

引用这一段

狄摩西尼, 书信集 §6.1-6.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg063.humanitext-grc2:6.1-6.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。