§4.7οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀγνώμων, ὅστις ἂν ἢ τὰ Λακεδαιμονίοις συμβεβηκότα, οἷς οὐκ ἐγὼ συνεβούλευον, ἢ τὰ Πέρσαις, πρὸς οὓς οὐδʼ ἀφικόμην πώποτε, αἱρετώτερα φήσειεν εἶναι τῶν ὑμῖν παρόντων.
因为没有一个愚蠢到这种程度的人,会说那些未曾接受我建议的斯巴达人的遭遇,或是那些我从未造访过的波斯人的遭遇,比你们目前的境况更值得选择。
καὶ ἐῶ Καππαδόκας καὶ Σύρους καὶ τοὺς τὴν Ἰνδικὴν χώραν κατοικοῦντας ἀνθρώπους ἐπʼ ἔσχατα γῆς· οἷς ἅπασι συμβέβηκε πολλὰ καὶ δεινὰ πεπονθέναι καὶ χαλεπά.
我就不再提起卡帕多西亚人、叙利亚人以及居住在地球尽头印度土地上的那些人们了;他们所有人身上,都曾遭受了许多可怕而沉痛的灾难。
§4.8ἀλλὰ νὴ Δία τούτων μὲν ἄμεινον ὑμᾶς πράττειν ἅπαντες ὁμολογήσουσι, Θετταλῶν δὲ καὶ Ἀργείων καὶ Ἀρκάδων χεῖρον, ἤ τινων ἄλλων, οἷς ἐν συμμαχίᾳ συνέβη γενέσθαι Φιλίππῳ.
但是,凭宙斯起誓,所有人都会承认你们的境况比这些人要好,却比帖撒利人、阿耳戈斯人、阿卡迪亚人,或者其他与腓力结盟的人要差。
ἀλλὰ τούτων καὶ πολὺ βέλτιον ἀπηλλάχατε, οὐ μόνον τῷ μὴ δεδουλευκέναι ʽκαίτοι τί τηλικοῦθʼ ἕτερον;
然而,你们的处境比这些人要好得多,这不仅是因为你们未曾遭受奴役(尽管还有什么能比这更重大的呢?
ʼ, ἀλλὰ καὶ τῷ τοὺς μὲν πάντας αἰτίους εἶναι δοκεῖν τῶν τοῖς Ἕλλησι κακῶν συμβεβηκότων διὰ Φιλίππου καὶ τῆς δουλείας, ἐξ ὧν εἰκότως μισοῦνται, §4.9ὑμᾶς δʼ ὁρᾶσθαι ὑπὲρ τῶν Ἑλλήνων καὶ σώμασι καὶ χρήμασι καὶ πόλει καὶ χώρᾳ καὶ πᾶσιν ἠγωνισμένους, ἀνθʼ ὧν εὔκλειαν εἰκὸς ὑπάρχειν καὶ χάριν ἀθάνατον παρὰ τῶν τὰ δίκαια βουλομένων ποιεῖν.
),而且还因为,当他们所有人似乎都被视为通过腓力和奴役给希腊人带来灾难的祸首、并因此理所当然地受到憎恨时,你们却被看作是为了希腊人,献出了身体、财产、城邦、领土和一切去抗争的人;作为回报,在那些乐于行公义的人那里,你们理所当然地拥有不朽的名声和永恒的感激。
οὐκοῦν ἀφʼ ὧν ἐγὼ συνεβούλευσα, τῶν μὲν ἀντιστάντων ἄριστα πράττειν τῇ πόλει συμβέβηκεν, τῶν δὲ συνηγωνισμένων ἐνδοξοτέραν εἶναι περίεστιν.
因此,正是在我所建议的方略下,在抗击敌人的城邦中,我们的城邦处于最完美的境地,并且在荣耀上凌驾于那些与之共同战斗的人之上。
§4.10τοιγαροῦν ἐπὶ τούτοις οἱ θεοὶ τὰς μὲν μαντείας τὰς ἀγαθὰς ὑμῖν διδόασι, τὴν δʼ ἄδικον βλασφημίαν εἰς κεφαλὴν τῷ λέγοντι τρέπουσιν.
因此,基于这些,神明赐予你们美好的神谕,却将不义的诽谤降临到那说话之人的头上。
γνοίη δʼ ἄν τις, εἰ προέλοιτʼ ἐξετάσαι τὰ ἐπιτηδεύματʼ ἐν οἷς ζῇ.
如果有人选择去审视他所过的生活方式,就会明白这一点。
§4.11ἃ γὰρ ἂν καταράσαιτό τις αὐτῷ, ταῦτʼ ἐκ προαιρέσεως ποιεῖ.
因为凡是人们可能咒骂他的那些事,他都出于自己的选择而在做。
ἐχθρὸς μέν ἐστι τοῖς γονεῦσι, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ· καὶ θρασύνεται μὲν ὡς ἀνήρ, πάσχει δʼ ὡς γυνή· καὶ τοῦ μὲν πατρός ἐστι κρείττων, τῶν δʼ αἰσχρῶν ἥττων· οἷς δʼ ὑπὸ πάντων δυσχεραίνεται, τούτοις τὴν διάνοιαν ἀγάλλεται, αἰσχρορρημοσύνῃ καὶ τῷ διηγεῖσθαι ταῦτʼ ἐφʼ οἷς ἀλγοῦσιν οἱ ἀκούοντες· ὁ δʼ, ὡς ἀφελὴς καὶ παρρησίας μεστός, οὐ παύεται.
他对父母是仇人,对男妓保萨尼亚斯却是朋友;他像男人一样狂妄放肆,却像女人一样承受凌辱;他比自己的父亲还要强硬,却屈服于可耻的欲望;他因那些被所有人所厌恶的事物而心中自鸣得意,即满嘴污言秽语,并四处宣扬那些令听者痛苦不堪的事;而他,仿佛自己很纯朴、充满坦诚似的,不肯罢休。
§4.12καὶ ταῦτʼ οὐκ ἂν ἔγραψα, εἰ μὴ κινῆσαι τὴν ἐν ὑμῖν μνήμην τῶν προσόντων αὐτῷ κακῶν ἠβουλόμην.
如果我不是想要唤醒你们对他身上所具有的恶劣品质的记忆,我就不会写下这些话。
ἃ γὰρ εἰπεῖν ἄν τις ὀκνήσαι καὶ γράψαι φυλάξαιτʼ ἄν, οἶμαι δὲ κἂν ἀκούσαντα δυσχερᾶναι, ταῦτʼ ἀπὸ τούτων μνησθεὶς οἶδεν ἕκαστος ὑμῶν πολλὰ καὶ δεινὰ καὶ αἰσχρὰ τούτῳ προσόντα, ὥστʼ ἐμοί τε μηδὲν ἀναιδὲς εἰρῆσθαι, καὶ τοῦτον ὑπόμνημα τῶν ἑαυτοῦ κακῶν ὀφθέντα πᾶσιν εἶναι.
因为,凡是人们会犹豫说出口、会避免写下来,甚至我认为听了都会感到厌恶的事情,你们每一个人,在通过这些话被唤醒记忆之后,都知道许多可怕而可耻的事确实存在于他身上,以至于我没有说出任何无耻之言,而他也成了展现在所有人面前的、他自身罪恶的活生生写照。
εὐτυχεῖτε.
祝你们安好。