§31δίκαιον μὲν οὖν καὶ πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους τοὺς σοὺς ζηλοῦσθαι, τοσοῦτον ὑπερέχοντος σοῦ τῶν ἡλικιωτῶν ἀρετῇ, πολὺ δὲ μᾶλλον οὓς σὺ ὁ τῶν τηλικούτων ἀγαθῶν ἠξιωμένος σαυτοῦ προκρίνας ἀξίους εἶναι φίλους ἐξ ἁπάντων αἱρεῖ.
それゆえ、あなたの父も母も、その他の親族たちも羨まれるのは当然のことである。 あなたがこれほど美徳において同世代の者たちを凌駕しているのだから。 しかし、これほど大きな善きものを受けるに値するとされたあなたが、自分自身でふさわしいと判断して、すべての人々の中から友人として選んだ人々は、はるかにそれ以上にふさわしい。
τοὺς μὲν γὰρ ἡ τύχη σοι μετόχους κατέστησεν, τοὺς δʼ ἡ σφετέρα καλοκἀγαθία προσσυνέστησεν·
というのも、前者の人々は運命があなたの仲間としたが、後者の人々は彼ら自身の美徳が結びつけたからである。
§32οὓς οὐκ οἶδα πότερον ἐραστὰς ἢ μόνους ὀρθῶς γιγνώσκοντας προσαγορεῦσαι χρή.
彼らを恋慕者と呼ぶべきか、それとも唯一正しく理解している者たちと呼ぶべきか、私は計りかねる。
δοκεῖ γάρ μοι καὶ κατʼ ἀρχὰς ἡ τύχη, τῶν μὲν φαύλων καταφρονοῦσα, τὰς δὲ τῶν σπουδαίων ἀνδρῶν διανοίας ἐρεθίσαι βουληθεῖσα, τὴν σὴν φύσιν οὐ πρὸς ἡδονὴν ἐξαπατηθῆναι καλὴν ποιῆσαι, ἀλλὰ πρὸς ἀρετὴν εὐδαιμονῆσαι χρήσιμον.
なぜなら、運命は最初から、劣った者たちを軽蔑し、優れた人々の精神を刺激しようと望んで、あなたの天性を、快楽に欺かれるのに好都合なものとしてではなく、徳に向かって幸福になるのに有用なものとして創り出したと思われるからである。
§33πολλὰ δʼ ἔχων ἔτι περὶ σοῦ διελθεῖν, αὐτοῦ καταλύσειν μοι δοκῶ τὸν ἔπαινον, δεδιὼς μὴ καθʼ ὑπερβολὴν τῆς ἀνθρωπίνης φύσεως ὑπὲρ σοῦ διαλέγεσθαι δόξω·
あなたについて語るべきことがまだ多く残っているが、私はここで称賛を切り上げようと思う。 人間の限界を超えてあなたについて語っていると思われるのを恐れるからである。
τοσοῦτον γὰρ ὡς ἔοικεν ἡ τῶν λόγων δύναμις ἔλαττον ἔχει τῆς ὄψεως, ὥστε τοῖς μὲν ὁρατοῖς οὐδεὶς ἀπιστεῖν ἀξιοῖ, τοὺς δὲ τούτων ἐπαίνους οὐδʼ ἂν ἐλλείπωσιν ἀληθεῖς εἶναι νομίζουσιν.
言葉の力は視覚に比べてそれほど劣っているように思われるので、目に見えるものについては誰も疑おうとはしないが、それらに対する称賛は、たとえ実態に及ばないものであっても、真実であるとは信じないからである。
§34παυσάμενος οὖν περὶ τούτων, ἤδη πειράσομαί σοι συμβουλεύειν ἐξ ὧν ἐντιμότερον ἔτι τὸν σαυτοῦ βίον καταστήσεις.
それゆえ、これらについて語るのをやめて、今や私は、それらによってあなたが自分の人生をさらに名誉あるものにできるような事柄を助言することに努めよう。
βουλοίμην δʼ ἄν σε μὴ πάρεργον ποιήσασθαι τὸ προσέχειν τὸν νοῦν τοῖς μέλλουσιν ῥηθήσεσθαι, μηδʼ ὑπολαμβάνειν τοῦθʼ, ὡς ἄρʼ ἐγὼ τούτοις κέχρημαι τοῖς λόγοις οὐ τῆς σῆς ὠφελίας ἕνεκα, ἀλλʼ ἐπιδείξεως ἐπιθυμῶν, ἵνα μήτε διαμάρτῃς τῆς ἀληθείας, μήτʼ ἀντὶ τῶν βελτίστων τὰ τυχόνθʼ ἑλόμενος χεῖρον περὶ σαυτοῦ βουλεύσῃ.
私は、これから語られることに注意を向けることを、あなたが二の次のこととしないよう、また、私がこれらの言葉を用いているのは、あなたの有益さのためではなく、自己誇示を望むがゆえであるなどと思わないように望む。 それは、あなたが真実を見誤ることも、最善のものの代わりにありふれたものを選んで自分自身についてより悪い決断をすることもないようにするためである。
§35καὶ γὰρ τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν οὐδʼ ὅταν μὴ καλῶς τι πράξωσιν ἐπιπλήττομεν, τοῖς δʼ ὥσπερ σὺ περιβλέπτοις γεγενημένοις καὶ τὸ παραμελῆσαί τινος τῶν καλλίστων αἰσχύνην φέρει.
なぜなら、目立たず卑小な天性を持つ人々に対しては、何か良くないことをしたときでさえ、私たちは非難しないが、あなたのように衆目の的となっている人々にとっては、最も美しいことの何かを怠ることさえも不名誉をもたらすからである。
ἔτι δʼ οἱ μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθʼ ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστʼ ἔγνωσαν· οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες ἢ καταφρονήσαντες παρʼ ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματʼ ἔχουσιν.
さらに、他の議論において誤った人々は、ただ一つの事柄に関して最善の判断をしなかったにすぎないが、生き方に関する助言を見誤るか、あるいはこれを軽んじた人々は、生涯を通じて自分たちの無知の記念碑を持ち続けることになる。
§36τούτων μὲν οὐδὲν δεῖ σε παθεῖν, σκοπεῖσθαι δὲ τί τῶν ἀνθρωπείων μεγίστην δύναμιν ἔχει, καὶ τίνος καλῶς μὲν ἀποβάντος πλεῖστʼ ἂν κατορθοῖμεν, διαφθαρέντος δὲ μέγιστʼ ἂν βλαπτοίμεθα παρὰ τὸν βίον·
あなたはこれらの害を何一つ被るべきではなく、人間の事柄の中で何が最大の力を持っているか、そして何が、良く結果した場合には私たちが最も成功し、損なわれた場合には人生を通じて最大の害を被るかをよく考えるべきである。
οὐ γὰρ ἄδηλον ὅτι τούτου καὶ μάλιστʼ ἐπιμέλειαν ποιητέον, ὃ μεγίστην ῥοπὴν ἐφʼ ἑκάτερον ἐργάζεσθαι πέφυκεν.
なぜなら、どちらの方向に対しても最大の決定力を及ぼす性質を持つもの、これにこそ最も配慮を払うべきであることは明らかだからである。
§37τῶν μὲν τοίνυν ἐν ἀνθρώποις διάνοιαν ἁπάντων εὑρήσομεν ἡγεμονεύουσαν, ταύτην δὲ φιλοσοφίαν μόνην παιδεῦσαί τʼ ὀρθῶς καὶ γυμνάσαι δυναμένην.
さて、人間におけるすべてのものの中で、私たちは知性が支配していることを見出すだろう。 そして、この知性を正しく教育し訓練できるのは哲学だけである。
ἧς οἴομαι σε δεῖν μετασχεῖν, καὶ μὴ κατοκνῆσαι μηδὲ φυγεῖν τὰς ἐνούσας ἐν αὐτῇ πραγματείας, ἐνθυμούμενον ὅτι διὰ μὲν ἀργίας καὶ ῥᾳθυμίας καὶ τὰ παντελῶς ἐπιπολῆς δυσχείρωτʼ ἐστί, διὰ δὲ καρτερίας καὶ φιλοπονίας οὐδὲν τῶν ὄντων ἀγαθῶν ἀνάλωτον πέφυκεν,
私はあなたがこれに参入すべきであり、そこに含まれる骨折りを躊躇したり避けたりすべきではないと思う。 怠惰と油断によっては、完全に容易なことさえも克服しがたいものとなるが、忍耐と勤勉によっては、存在するいかなる善きものも手に入れられないようには作られていないということを心に留めながら。
§38καὶ διότι πάντων ἀλογώτατόν ἐστι πρὸς μὲν χρηματισμὸν καὶ ῥώμην καὶ τὰ τοιαῦτα φιλοτίμως ἔχειν καὶ πολλὰς ὑπομένειν κακοπαθίας, ἃ πάντα θνήτʼ ἐστὶν καὶ τῇ διανοίᾳ δουλεύειν εἴωθεν, τὴν δʼ ἐπιστατοῦσαν μὲν τῶν ἄλλων, συνδιατελοῦσαν δὲ τοῖς ἔχουσιν, ὅλου δʼ ἡγεμονεύουσαν τοῦ βίου μὴ ζητεῖν ὅπως διακείσεται βέλτιον.
また、金儲けや体力やそのような事柄に対しては熱意を抱き、多くの辛苦に耐える一方で(これらはすべて死すべきものであり、知性に隷属するのが常である)、他のものを支配し、それを持つ者と生涯を共にし、人生全体を導くものが、いかにしてより良い状態になるかを求めないということは、すべての中で最も不合理だからである。
§39καίτοι καλὸν μὲν καὶ διὰ τύχην ἐν τοῖς σπουδαιοτάτοις θαυμάζεσθαι, πολὺ δὲ κάλλιον διὰ τὴν ἐπιμέλειαν τὴν αὑτοῦ μηδενὸς τῶν ἐνδόξων ἄμοιρον γενέσθαι·
しかし、幸運のゆえに最も重要な事柄において称賛されることも素晴らしいが、自分自身の努力のゆえに、名誉ある事柄の何一つとしてあずからないものがないようにすることは、はるかに素晴らしい。
τῆς μὲν γὰρ ἐνίοτε καὶ τοῖς φαύλοις μετασχεῖν συνέβη, τῆς δʼ οὐκ ἔστιν ἄλλοις μετουσία πλὴν τοῖς ἐν ἀνδραγαθίᾳ διαφέρουσιν.
なぜなら、前者は時には劣った人々さえもあずかることがあるが、後者は徳において傑出した人々以外にはあずかることができないからである。
§40ἀλλὰ μὴν περί γε τῆς φιλοσοφίας ἀκριβῶς μὲν ἕκαστα διελθεῖν ἡγοῦμαι τὸν μέλλοντα χρόνον ἡμῖν ἐπιτηδειοτέρους καιροὺς παραδώσειν·
しかしながら、哲学について各々の事柄を正確に詳述することは、これからの時間が私たちにより適した機会を提供してくれるだろうと思う。
συντόμως δʼ εἰπεῖν οὐδὲ νῦν οὐδὲν κωλύσει περὶ αὐτῆς.
しかし、それについて今、簡潔に語ることを妨げるものは何もない。
ἓν οὖν πρῶτον ἐκεῖνό σε δεῖ καταμαθεῖν ἀκριβῶς, ὅτι πᾶσα μὲν παιδεία διʼ ἐπιστήμης καὶ μελέτης τινὸς συνέστηκεν, ἡ δὲ φιλοσοφία καὶ μᾶλλον τῶν ἄλλων·
それゆえ、まず次の第一のことを正確に理解せねばならない。 すなわち、すべての教育はある種の知識と訓練によって成り立っているが、哲学は他の何よりもそうである、ということ。
ὅσῳ γὰρ φρονιμωτέρους ἔχει τοὺς ἐφεστῶτας, τοσούτῳ κάλλιον αὐτὴν συγκεῖσθαι προσήκει.
なぜなら、それを司る人々がより賢明であればあるほど、それ自体がより美しく構成されているのがふさわしいからである。