§63ὃ καὶ θαυμάσιόν ἐστιν, ὅτι ζῶντες ἐκ τοῦ συκοφαντεῖν οὔ φασι λαμβάνειν ἀπὸ τῆς πόλεως· καὶ πρὶν προσελθεῖν πρὸς ὑμᾶς οὐδὲν ἔχοντες, νῦν εὐποροῦντες οὐδὲ χάριν ὑμῖν ἔχουσιν, ἀλλὰ περιιόντες λέγουσιν ὡς ἀβέβαιός ἐστιν ὁ δῆμος, ὡς δυσχερής, ὡς ἀχάριστος, ὥσπερ ὑμᾶς διὰ τούτους εὐποροῦντας, οὐ τούτους διὰ τὸν δῆμον.
令人惊奇的是,他们虽然靠恶意告发谋生,却声称没有从城邦获得任何好处;在来到你们面前之前,他们一无所有,而现在发了财,不仅不对你们感恩,反而到处宣扬民众反复无常、难以取悦、忘恩负义,仿佛是你们因他们而富裕,而不是他们因民众而富裕。
ἀλλὰ γὰρ εἰκότως ταῦθʼ οὗτοι λέγουσιν, ὁρῶντες τὴν ὑμετέραν ῥᾳθυμίαν.
然而,他们这样说也是理所当然的,因为他们看到了你们的懈怠。
οὐδένα γὰρ ἀξίως αὐτῶν τῆς πονηρίας τετιμώρησθε, ἀλλʼ ὑπομένετε λεγόντων αὐτῶν ὡς ἡ τοῦ δήμου σωτηρία διὰ τῶν γραφομένων καὶ συκοφαντούντων ἐστίν· ὧν γένος ἐξωλέστερον οὐδέν ἐστιν.
因为你们从未对他们的邪恶给予应有的惩罚,反而容忍他们宣称民众的安危取决于那些提起公诉和恶意告发的人;再没有比这伙人更具有毁灭性的群体了。
§64τί γὰρ ἄν τις τούτους εὕροι χρησίμους ὄντας τῇ πόλει;
究竟有谁能发现这些人对城邦有益呢?
τοὺς ἀδικοῦντας νὴ Δίʼ οὗτοι κολάζουσιν, καὶ διὰ τούτους ἐλάττους εἰσὶν ἐκεῖνοι.
“凭着宙斯起誓,他们惩罚了作恶者,因为他们,那些作恶者变少了。
οὐ δῆτα, ὦ ἄνδρες δικασταί, ἀλλὰ καὶ πλείους·
”绝非如此,诸位陪审员,反而更多了。
εἰδότες γὰρ οἱ κακόν τι βουλόμενοι πράττειν ὅτι τούτοις ἐστὶν ἀπὸ τῶν λημμάτων τὸ μέρος δοτέον, ἐξ ἀνάγκης μείζω προαιροῦνται παρὰ τῶν ἄλλων ἁρπάζειν, ἵνα μὴ μόνον αὑτοῖς, ἀλλὰ καὶ τούτοις ἔχωσιν ἀναλίσκειν.
因为那些企图作恶的人知道,必须将所得不义之财分一部分给这些人,因此他们必然选择从别人那里掠夺更多,以便不仅满足自己,还能有钱花在这些人身上。
§65καὶ τοὺς μὲν ἄλλους ὅσοι κακουργοῦντες βλάπτουσί τι τοὺς ἐντυγχάνοντας, τοὺς μὲν τῶν οἴκοι φυλακὴν καταστήσαντας, τοὺς δʼ ἔνδον μένοντας τῆς νυκτὸς, τοὺς δʼ ἑνί γέ τῳ τρόπῳ φυλαξαμένους ἔνεστι διώσασθαι τὴν τῶν κακόν τι ποιεῖν βουλομένων ἐπιβουλήν· τοὺς δὲ τοιουτουσὶ συκοφάντας, ποῖ χρὴ πορευθέντας ἀδείας παρὰ τούτων τυχεῖν;
此外,对于其他所有通过作恶伤害相遇之人的人,人们或是在家中设立防范,或是夜间留在屋里,或是通过这样那样的某种方式进行自卫,以此击退那些企图作恶之人的阴谋;但是对于这些恶意告发者,人们究竟该去哪里才能获得免受其害的安全呢?
αἱ γὰρ τῶν ἄλλων ἀδικημάτων καταφυγαὶ τούτοις εἰσὶν ἐργασίαι, νόμοι, δικαστήρια, μάρτυρες, ἀγοραί· ἐν οἷς τὰς αὑτῶν ῥώμας ἐπιδείκνυνται, φίλους μὲν τοὺς διδόντας νομίζοντες, ἐχθροὺς δὲ τοὺς ἀπράγμονας καὶ πλουσίους.
因为其他罪行的避难所——法律、法庭、证人、集市——对他们来说正是生计所在;在这些地方,他们展示自己的威力,将给他们钱的人视为朋友,而将那些不愿多事且富有的人视为敌人。
§66ἀναμνησθέντες οὖν, ὦ ἄνδρες δικασταί, καὶ τῆς τούτων πονηρίας καὶ τῶν προγόνων τῶν ἡμετέρων, ὧν Ἐπιχάρης μὲν ὁ πάππος ὁ ἐμὸς Ὀλυμπίασι νικήσας παῖδας στάδιον ἐστεφάνωσε τὴν πόλιν, καὶ παρὰ τοῖς ὑμετέροις προγόνοις ἐπιεικῆ δόξαν ἔχων ἐτελεύτησεν· ἡμεῖς δὲ διὰ τοῦτον τὸν θεοῖς ἐχθρὸν ἀπεστερήμεθα ταύτης τῆς πόλεως,
因此,诸位陪审员,请记住这些人的邪恶,也记住我们的先祖。 在我们的先祖中,我的祖父埃皮卡雷斯曾在奥林匹亚赢得少年百米直道赛跑冠军,为城邦赢得了冠冕,并在你们先祖中享有极高声望的情况下离世;而我们,却因为这个神明所憎恶的家伙而被剥夺了在这个城邦中的权利。
§67ὑπὲρ ἧς Ἀριστοκράτης ὁ Σκελίου, θεῖος ὢν Ἐπιχάρους τοῦ πάππου τοῦ ἐμοῦ, οὗ ἔχει ἁδελφὸς οὑτοσὶ τοὔνομα, πολλὰ καὶ καλὰ διαπραξάμενος ἔργα πολεμούσης τῆς πόλεως Λακεδαιμονίοις, κατασκάψας τὴν Ἠετιώνειαν, εἰς ἣν Λακεδαιμονίους ἔμελλον οἱ περὶ Κριτίαν ὑποδέχεσθαι, καθεῖλε μὲν τὸ ἐπιτείχισμα, κατήγαγε δὲ τὸν δῆμον κινδυνεύων αὐτὸς οὐ τοιούτους κινδύνους, ἀλλʼ ἐν οἷς καὶ παθεῖν τι καλόν ἐστιν, ἔπαυσε δὲ τοὺς ἐπιβουλεύοντας ὑμῖν.
正是为了这个城邦,斯克利亚斯之子阿里斯托克拉特斯(他是我祖父埃皮卡雷斯的叔父,我身边的这个弟弟继承了他的名字),在城邦与拉克代蒙人交战时,立下了许多丰功伟绩。 他拆毁了埃埃蒂奥内亚,那是克里蒂亚斯一伙人准备迎接拉克代蒙人的地方;他推倒了那座要塞,并冒着自己生命安全的危险迎回了民众——他所冒的并非此类卑鄙的危险,而是那种即使牺牲也堪称高尚的危险——并且阻止了那些阴谋危害你们的人。
§68διʼ ὅν, εἰ Θεοκρίνῃ τουτῳὶ ὅμοιοι ὄντες ἐτυγχάνομεν, εἰκότως ἐσῴζετʼ ἂν ἡμᾶς, μὴ ὅτι βελτίους ὄντας τούτου καὶ δίκαια λέγοντας.
看在他的份上,即使我们恰好和这个西奥克里奈斯是一类人,你们理所当然也会救我们,更不用说我们比他优秀且伸张正义了。
οὐ γὰρ πολλάκις ὑμᾶς ταῦτα λέγοντες ἐνοχλήσομεν· οὕτως γὰρ ἡμᾶς οὗτος διατέθηκεν ὥστε, ὅπερ ἐξ ἀρχῆς εἶπον, μηδʼ ἐλπίδʼ ἡμῖν εἶναι μηδεμίαν τοῦ μετασχεῖν τῆς καὶ τοῖς ξένοις δεδομένης παρρησίας.
我们不会经常用这些话来打扰你们,因为这家伙把我们逼到了这种境地,以至于正如我从一开始所说的那样,我们甚至没有丝毫希望去分享那连外邦人都能享有的言论自由。
§69ἵνʼ οὖν, εἰ καὶ μηδὲν ἄλλο, ταύτην γε ἔχωμεν παραψυχήν, τὸ καὶ τοῦτον ὁρᾶν ἡσυχίαν ἄγοντα, βοηθήσαθʼ ἡμῖν, ἐλεήσατε τοὺς ὑπὲρ τῆς πατρίδος ἡμῶν τετελευτηκότας, ἀναγκάσατʼ αὐτὸν ὑπὲρ αὐτῆς τῆς ἐνδείξεως ἀπολογεῖσθαι, καὶ τοιοῦτοι γένεσθʼ αὐτῷ δικασταὶ τῶν λεγομένων οἷος ἡμῶν οὗτος ἐγένετο κατήγορος,
因此,为了让我们——即使没有别的——至少能得到看到这家伙也保持安静这一抚慰,请援助我们,怜悯那些为我们祖国而牺牲的人,强迫他针对告发本身进行辩护,并且对他的言论成为像他对我们的指控那样严格的裁判者。
§70ὃς ἐξαπατήσας τοὺς δικαστὰς οὐκ ἠθέλησε τιμήσασθαι μετρίου τινὸς τιμήματος τῷ πατρὶ τῷ ἐμῷ, πολλὰ ἐμοῦ δεηθέντος καὶ τοῦτον ἱκετεύσαντος πρὸς τῶν γονάτων, ἀλλʼ ὥσπερ τὴν πόλιν προδεδωκότι τῷ πατρὶ δέκα ταλάντων ἐτιμήσατο.
这家伙欺骗了陪审员,不愿为我的父亲评估一个温和的罚款额度,尽管我一再恳求他并跪在他膝下哀求,他却像对待背叛城邦的人一样,对我父亲处以十个塔兰同的罚款。
δεόμεθʼ οὖν ὑμῶν, ἀντιβολοῦμεν, τὰ δίκαια ψηφίζεσθε.
因此我们请求你们,我们哀求你们,请投下公正的选票。
βοήθησον ἡμῖν ὁ δεῖνα, εἴ τι ἔχεις, καὶ σύνειπε.
某某人,如果你有任何能力,请援助我们,并共同发言。
ἀνάβηθι.
请上台来。