← デモステネス

第五十八弁論 テオクリネス弁論

§63-70

職業告訴人の害悪の糾弾と祖先の功績による哀願

告発者は密告者(シコファンテス)らの有害性を激しく非難し、彼らが国家を蝕んでいる実態を暴いた上で、アテナイのために尽くした自身の祖先たちの功績に言及し、裁判員にテオクリネスへの厳罰と不当な罰金刑による家族の窮状への救済を哀願する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§63

ὃ καὶ θαυμάσιόν ἐστιν, ὅτι ζῶντες ἐκ τοῦ συκοφαντεῖν οὔ φασι λαμβάνειν ἀπὸ τῆς πόλεως· καὶ πρὶν προσελθεῖν πρὸς ὑμᾶς οὐδὲν ἔχοντες, νῦν εὐποροῦντες οὐδὲ χάριν ὑμῖν ἔχουσιν, ἀλλὰ περιιόντες λέγουσιν ὡς ἀβέβαιός ἐστιν ὁ δῆμος, ὡς δυσχερής, ὡς ἀχάριστος, ὥσπερ ὑμᾶς διὰ τούτους εὐποροῦντας, οὐ τούτους διὰ τὸν δῆμον.1 ἀλλὰ γὰρ εἰκότως ταῦθʼ οὗτοι λέγουσιν, ὁρῶντες τὴν ὑμετέραν ῥᾳθυμίαν. οὐδένα γὰρ ἀξίως αὐτῶν τῆς πονηρίας τετιμώρησθε, ἀλλʼ ὑπομένετε λεγόντων αὐτῶν ὡς ἡ τοῦ δήμου σωτηρία διὰ τῶν γραφομένων καὶ συκοφαντούντων ἐστίν· ὧν γένος ἐξωλέστερον οὐδέν ἐστιν.

驚くべきことは、彼らが密告によって生計を立てていながら、国家からは何も受け取っていないと主張することです。あなた方のもとに来る前には何も持っていなかったのに、今や富裕になっている彼らは、あなた方に感謝するどころか、むしろ歩き回って、民衆は移り気で、気難しく、恩知らずであると言いふらしています。まるで彼らのおかげであなた方が豊かになり、民衆のおかげで彼らが豊かになったのではないかのように。しかし、彼らがこのように言うのも当然です。あなた方の怠慢を見ているからです。あなた方は彼らの悪行にふさわしい罰を誰一人として科しておらず、むしろ、民衆の救済は告訴や密告を行う者たちにかかっているという彼らの主張を我慢して聞いています。これらほど忌まわしい連中は他にはいません。

§64

τί γὰρ ἄν τις τούτους εὕροι χρησίμους ὄντας τῇ πόλει; τοὺς ἀδικοῦντας νὴ Δίʼ οὗτοι κολάζουσιν, καὶ διὰ τούτους ἐλάττους εἰσὶν ἐκεῖνοι. οὐ δῆτα, ὦ ἄνδρες δικασταί, ἀλλὰ καὶ πλείους· εἰδότες γὰρ οἱ κακόν τι βουλόμενοι πράττειν ὅτι τούτοις ἐστὶν ἀπὸ τῶν λημμάτων τὸ μέρος δοτέον, ἐξ ἀνάγκης μείζω προαιροῦνται παρὰ τῶν ἄλλων ἁρπάζειν, ἵνα μὴ μόνον αὑτοῖς, ἀλλὰ καὶ τούτοις ἔχωσιν ἀναλίσκειν.

一体どうしてこれらの者が国家にとって有益であると認められるでしょうか。「ゼウスにかけて、彼らは悪事を働く者を懲らしめており、彼らのおかげで悪人は減っているのだ」と言う者があるかもしれません。決してそうではありません、裁判員の方々。それどころか、むしろ増えているのです。というのも、悪事を働こうと企てる者たちは、彼らに不当な利益から分け前を与えねばならないことを知っているので、自分たちのためだけでなく、彼らに支払う分も確保できるように、必然的に、他人からより多くを奪い取ろうとするからです。

§65

καὶ τοὺς μὲν ἄλλους ὅσοι κακουργοῦντες βλάπτουσί τι τοὺς ἐντυγχάνοντας, τοὺς μὲν τῶν οἴκοι φυλακὴν καταστήσαντας, τοὺς δʼ ἔνδον μένοντας τῆς νυκτὸς, τοὺς δʼ ἑνί γέ τῳ τρόπῳ φυλαξαμένους ἔνεστι διώσασθαι τὴν τῶν κακόν τι ποιεῖν βουλομένων ἐπιβουλήν· τοὺς δὲ τοιουτουσὶ συκοφάντας, ποῖ χρὴ πορευθέντας ἀδείας παρὰ τούτων τυχεῖν; αἱ γὰρ τῶν ἄλλων ἀδικημάτων καταφυγαὶ τούτοις εἰσὶν ἐργασίαι,2 νόμοι, δικαστήρια, μάρτυρες, ἀγοραί· ἐν οἷς τὰς αὑτῶν ῥώμας ἐπιδείκνυνται, φίλους μὲν τοὺς διδόντας νομίζοντες, ἐχθροὺς δὲ τοὺς ἀπράγμονας καὶ πλουσίους.

そして、悪事を働いて出会う人々を害する他のあらゆる者たちについては、ある者は家を警備させ、ある者は夜間家の中にとどまり、ある者は何らかの方法で自衛することで、悪事を働こうと企てる者たちの陰謀を退けることが可能です。しかし、このような密告者どもに対しては、一体どこへ行けば彼らから危害を加えられない安全を得られるというのでしょうか。というのも、他の悪行に対する避難所であるはずのもの――法律、裁判所、証人、広場――が、彼らにとっては生業だからです。それらにおいて彼らは自らの力を見せつけ、金を出す者を友人とみなし、裁判沙汰に関わりたがらない裕福な人々を敵とみなすのです。

§66

ἀναμνησθέντες οὖν, ὦ ἄνδρες δικασταί, καὶ τῆς τούτων πονηρίας καὶ τῶν προγόνων τῶν ἡμετέρων, ὧν Ἐπιχάρης μὲν ὁ πάππος ὁ ἐμὸς Ὀλυμπίασι νικήσας παῖδας στάδιον ἐστεφάνωσε τὴν πόλιν, καὶ παρὰ τοῖς ὑμετέροις προγόνοις ἐπιεικῆ δόξαν ἔχων ἐτελεύτησεν· ἡμεῖς δὲ διὰ τοῦτον τὸν θεοῖς ἐχθρὸν ἀπεστερήμεθα ταύτης τῆς πόλεως, ὑπὲρ ἧς Ἀριστοκράτης ὁ Σκελίου, θεῖος ὢν Ἐπιχάρους τοῦ πάππου τοῦ ἐμοῦ, οὗ ἔχει ἁδελφὸς οὑτοσὶ τοὔνομα, πολλὰ καὶ καλὰ διαπραξάμενος ἔργα πολεμούσης τῆς πόλεως Λακεδαιμονίοις, κατασκάψας τὴν Ἠετιώνειαν, εἰς ἣν Λακεδαιμονίους ἔμελλον οἱ περὶ Κριτίαν ὑποδέχεσθαι, καθεῖλε μὲν τὸ ἐπιτείχισμα, κατήγαγε δὲ τὸν δῆμον κινδυνεύων αὐτὸς οὐ τοιούτους κινδύνους, ἀλλʼ ἐν οἷς καὶ παθεῖν τι καλόν ἐστιν, ἔπαυσε δὲ τοὺς ἐπιβουλεύοντας ὑμῖν.

したがって、裁判員の方々、彼らの悪行と私たちの先祖のことを思い出してください。そのうち私の祖父エピカレスは、オリンピアにおいて少年のスタディオン走で優勝して都市に冠をもたらし、あなた方の先祖の間で優れた名声を保ったまま亡くなりました。ところが私たちは、この神に憎まれた男のせいで、この都市から権利を奪われてしまいました。この都市のために、スケリアスの息子アリストクラテスは(私の祖父エピカレスの叔父であり、ここにいる私の弟がその名を継いでいますが)、都市がラケダイモン人と交戦していた時に多くの素晴らしい業績を成し遂げました。彼は、クリティアスの一派がラケダイモン人を迎え入れようとしていたエエティオネイアを破壊し、その砦を取り壊し、自ら危険を冒しながら民衆を帰還させました。その危険とは、このような卑劣な危険ではなく、その中で命を落とすことすら名誉であるような危険でした。そしてあなた方を陥れようと企む者たちを阻止したのです。

§68

διʼ ὅν, εἰ Θεοκρίνῃ τουτῳὶ ὅμοιοι ὄντες ἐτυγχάνομεν, εἰκότως ἐσῴζετʼ ἂν ἡμᾶς, μὴ ὅτι βελτίους ὄντας τούτου καὶ δίκαια λέγοντας.3 οὐ γὰρ πολλάκις ὑμᾶς ταῦτα λέγοντες ἐνοχλήσομεν· οὕτως γὰρ ἡμᾶς οὗτος διατέθηκεν ὥστε, ὅπερ ἐξ ἀρχῆς εἶπον, μηδʼ ἐλπίδʼ ἡμῖν εἶναι μηδεμίαν τοῦ μετασχεῖν τῆς καὶ τοῖς ξένοις δεδομένης παρρησίας.

このアリストクラテスのおかげで、もし私たちがこのテオクリネスに似た者であったとしても、あなた方は当然のように私たちを救ってくれたはずです。まして、私たちがこの男より優れた者であり、正しいことを語っているならなおさらです。私たちはこのように語ってあなた方を何度も煩わせることはありません。この男が私たちをこのような状態に追い込んだため、私が最初に申し上げた通り、外国人にも与えられている発言の自由を共有する希望すら、私たちには全く残されていないからです。

§69

ἵνʼ οὖν, εἰ καὶ μηδὲν ἄλλο, ταύτην γε ἔχωμεν παραψυχήν, τὸ καὶ τοῦτον ὁρᾶν ἡσυχίαν ἄγοντα, βοηθήσαθʼ ἡμῖν, ἐλεήσατε τοὺς ὑπὲρ τῆς πατρίδος ἡμῶν τετελευτηκότας, ἀναγκάσατʼ αὐτὸν ὑπὲρ αὐτῆς τῆς ἐνδείξεως ἀπολογεῖσθαι, καὶ τοιοῦτοι γένεσθʼ αὐτῷ δικασταὶ τῶν λεγομένων οἷος ἡμῶν οὗτος ἐγένετο κατήγορος, ὃς ἐξαπατήσας τοὺς δικαστὰς οὐκ ἠθέλησε τιμήσασθαι μετρίου τινὸς τιμήματος τῷ πατρὶ τῷ ἐμῷ, πολλὰ ἐμοῦ δεηθέντος καὶ τοῦτον ἱκετεύσαντος πρὸς τῶν γονάτων, ἀλλʼ ὥσπερ τὴν πόλιν προδεδωκότι τῷ πατρὶ δέκα ταλάντων ἐτιμήσατο. δεόμεθʼ οὖν ὑμῶν, ἀντιβολοῦμεν, τὰ δίκαια ψηφίζεσθε. βοήθησον ἡμῖν ὁ δεῖνα, εἴ τι ἔχεις, καὶ σύνειπε. ἀνάβηθι.

それゆえ、たとえ他の何がなくても、少なくとも、この男がおとなしくしているのを見るという慰めだけでも得られるように、私たちを助けてください。私たちの祖国のために命を捧げた者たちを憐れんでください。この男に、告発そのものについて弁明することを強制してください。そして、この男が私たちの告発者となったのと同じような厳しさをもって、この男の語る言葉に対する裁判員となってください。この男は、裁判員たちを欺いて、私の父に対して穏当な額の罰金を査定することを拒みました。私が何度も頼み込み、彼の膝にすがって懇願したにもかかわらず。かえって、まるで父が都市を裏切ったかのように、十タラントンの罰金を査定したのです。それゆえ、私たちはあなた方に懇願し、哀願します。正しい票を投じてください。 〇〇殿、もし何か力になれることがあるなら、私たちを助けて、共に語ってください。演壇へ上がってください。

構文注3 件
  1. 63ὥσπερ ὑμᾶς διὰ τούτους εὐποροῦντας, οὐ τούτους διὰ τὸν δῆμον

    接続詞 ὥσπερ(まるで〜であるかのように)に導かれ、対格主語 ὑμᾶς と τούτους にそれぞれ分詞 εὐποροῦντας が係っている(後半の εὐποροῦντας は省略)。「まるであなた方が彼らによって豊かになり、彼らが民衆によって豊かになったのではないかのように」という強い反語的対比を表す構文である。

  2. 65αἱ γὰρ τῶν ἄλλων ἀδικημάτων καταφυγαὶ τούτοις εἰσὶν ἐργασίαι

    名詞 καταφυγαί(避難所)が主語、ἐργασίαι(生業・稼ぎ口)が述語。属格 τῶν ἄλλων ἀδικημάτων は「他の悪行に対する(避難所)」という防衛の対象を表す目的格的属格。与格 τούτοις は利益の与格で「彼らにとって」を意味し、他人の守りとなるはずの制度が彼らの搾取手段に変貌している逆説を鮮明に描き出している。

  3. 68μὴ ὅτι βελτίους ὄντας τούτου καὶ δίκαια λέγοντας

    慣用句 μὴ ὅτι(または οὐχ ὅτι)は、ここでは「〜は言うまでもなく」「まして〜ならなおさらである」という意味で、前文の「(テオクリネスに似ていたとしても救うだろうが)まして私たちがこの男より優れており、正しいことを語っているならなおさら救うべきだ」という肯定的な対比を強める機能を持つ。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0014.tlg058.humanitext-grc2:63-70