Humanitext Reader

狄摩西尼 · 控诉埃乌布利德斯 §63-70

区长任内的冲突与凭借父母系谱总结公民权

第 9 段,共 9 段 · 希腊语

内容简介

发言人指出,他在担任区长期间因催缴公款而与埃乌布里德斯一伙产生对立,从而招致了他们的阴谋与迫害。随后,他在陪审团面前系统地列举了自己父母双方的祖先和亲属关系,以此证明自己拥有合法的公民身份。

§63εἰ δὲ δεῖ τὴν δημαρχίαν λέγειν, διʼ ἣν ὠργίζοντό μοί τινες, ἐν ᾗ διάφορος ἐγενόμην εἰσπράττων ὀφείλοντας πολλοὺς αὐτῶν μισθώσεις τεμενῶν καὶ ἕτερʼ ἃ τῶν κοινῶν διηρπάκεσαν, ἐγὼ μὲν ἂν βουλοίμην ὑμᾶς ἀκούειν, ἀλλʼ ἴσως ἔξω τοῦ πράγματος ὑπολήψεσθε ταῦτʼ εἶναι.
如果我必须谈谈我的区长职务——因为这个职务,某些人对我怀恨在心,在任内我因为向他们中的许多人催讨拖欠的神域租金以及他们所掠夺的其他公产,而与他们发生了冲突——我固然希望你们听听这些,但你们也许会认为这些事超出了本案的范围。
ἐπεὶ καὶ τοῦτʼ ἔχω δεικνύναι τεκμήριον ὡς συνέστησαν· ἔκ τε γὰρ τοῦ ὅρκου ἐξήλειψαν τὸ ψηφιεῖσθαι γνώμῃ τῇ δικαιοτάτῃ καὶ οὔτε χάριτος ἕνεκʼ οὔτʼ ἔχθρας·
然而,我也可以将此作为他们合谋的证据:因为他们从誓词中抹去了“将根据最公正的判断进行投票,且既不因好意也不因敌意”的字句。
§64καὶ γὰρ τοῦτο φανερὸν ἐγένετο καὶ ὅτι ἱεροσυλήσαντες τὰ ὅπλα (εἰρήσεται γάρ), ἃ ἐγὼ ἀνέθηκα τῇ Ἀθηνᾷ, καὶ τὸ ψήφισμʼ ἐκκολάψαντες ὃ ἐμοὶ ἐψηφίσανθʼ οἱ δημόται, συνώμνυον οὗτοι ἐπʼ ἐμὲ οἱ ὑπʼ ἐμοῦ τὰ κοινὰ εἰσπραχθέντες.
因为这也变得显而易见,即在盗窃了我奉献给雅典娜的武器(说出来也无妨)并刮去了区民们为我通过的决议之后,这些被我催讨公产的人联手结盟对付我。
καὶ εἰς τοσοῦτʼ ἀναιδείας ἐληλύθασιν, ὥστʼ ἔλεγον περιιόντες ἐμὲ τῆς ἀπολογίας ἕνεκα ταῦτα ποιῆσαι.
他们甚至无耻到了这种地步,四处宣称是我为了自己的辩护而亲自干了这些事。
καὶ τίς ὑμῶν ἂν καταγνοίη μου τοσαύτην μανίαν, ὦ ἄνδρες δικασταί, ὥστε τηλικούτων ἕνεκα πρὸς τὸ πρᾶγμα τεκμηρίων ἄξια θανάτου διαπράξασθαι, καὶ ἃ ἐμοὶ φιλοτιμίαν ἔφερεν, ταῦτʼ ἀφανίζειν;
可是诸位陪审员,你们中间有谁会判定我有如此的狂妄,以至于为了给本案提供这种证据而犯下死罪,并亲手消灭那些带给我荣誉的东西呢?
§65τὸ δὲ πάντων δεινότατον οὐ δήπου γε φήσαιεν ἂν ἐμὲ κατασκευάσαι.
但对于所有事情中最恶劣的那件,他们决不敢说是我编造的。
οὐ γὰρ ἔφθη μοι συμβᾶσʼ ἡ ἀτυχία καὶ εὐθύς, ὥσπερ φυγάδος ἤδη μου ὄντος καὶ ἀπολωλότος, τούτων τινὲς ἐπὶ τὸ οἰκίδιον ἐλθόντες τὸ ἐν ἀγρῷ νύκτωρ ἐπεχείρησαν διαφορῆσαι τὰ ἔνδοθεν· οὕτω σφόδρʼ ὑμῶν καὶ τῶν νόμων κατεφρόνησαν.
因为我的不幸刚刚发生,他们中的一些人就立刻趁着夜色来到我乡村的小屋,企图抢劫里面的财物,仿佛我已经是一个被流放、被毁灭的人;他们竟如此蔑视你们和法律。
καὶ ταῦτα τοὺς εἰδότας, ἐὰν βούλησθε, καλοῦμεν.
如果你们愿意,我们可以传唤知晓这些事情的人。
§66πολλὰ δʼ ἔχων καὶ ἄλλʼ ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι, ἐπειδὴ δʼ ἔξω τοῦ πράγματος νομίζετʼ εἶναι, ἐάσω.
虽然我还可以指出许多其他由他们所做的事以及他们所撒的谎,我也很乐意告诉你们,但既然你们认为这超出了本案的范围,我就不再提及。
ἀναμνήσθητε δʼ ἐκείνων καὶ θεάσασθε, ὡς πολλὰ καὶ δίκαιʼ ἔχων πρὸς ὑμᾶς ἥκω.
但请你们记住那些事情,并看看我是带着多么充足和正当的理由来到你们面前的。
ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε, ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ.
正如你们对九位执政官进行审查一样,我也将以同样的方式在你们面前审查我自己。
§67ὦ ἄνθρωπε, τίς ἦν σοι πατήρ;
“喂,你的父亲是谁?
ἐμοί;
” “我的?
Θούκριτος.
是托克里托斯。
οἰκεῖοί τινες εἶναι μαρτυροῦσιν αὐτῷ;
” “有什么亲属为他作证吗?
πάνυ γε, πρῶτον μέν γε τέτταρες ἀνεψιοί, εἶτʼ ἀνεψιαδοῦς, εἶθʼ οἱ τὰς ἀνεψιὰς λαβόντες αὐτῷ, εἶτα φράτερες, εἶτʼ Ἀπόλλωνος πατρῴου καὶ Διὸς ἑρκείου γεννῆται, εἶθʼ οἷς ἠρία ταὐτά, εἶθʼ οἱ δημόται πολλάκις αὐτὸν δεδοκιμάσθαι καὶ ἀρχὰς ἄρξαι, καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται.
” “当然有。 首先是四位堂兄弟,然后是堂兄弟的儿子,然后是娶了他堂姐妹的人,然后是胞族成员,然后是崇拜祖先神阿波罗和家宅守护神宙斯的同族人,然后是共用相同墓地的人,最后是区民们,他们证明他多次通过审查并担任官职,且他们自己显然也投票接纳了他。
τὰ μὲν τοίνυν περὶ τοῦ πατρὸς πῶς ἂν ὑμῖν δικαιότερον ἢ καθαρώτερον ἐπιδείξαιμι;
” 那么,关于父亲的事,我还能以怎样更公正或更清晰的方式向你们展示呢?
καλῶ δʼ ὑμῖν τοὺς οἰκείους, εἰ βούλεσθε.
如果你们愿意,我为你们传唤这些亲属。
τὰ δὲ περὶ τῆς μητρὸς ἀκούσατε.
现在请听关于母亲的事。
§68ἐμοὶ γάρ ἐστιν μήτηρ Νικαρέτη Δαμοστράτου θυγάτηρ Μελιτέως.
我的母亲是尼卡雷特,美利特区的达摩斯特拉托斯之女。
ταύτης τίνες οἰκεῖοι μαρτυροῦσιν;
她的哪些亲属为此作证?
πρῶτον μὲν ἀδελφιδοῦς, εἶτα τοῦ ἑτέρου ἀδελφιδοῦ δύʼ υἱοί, εἶτʼ ἀνεψιαδοῦς, εἶθʼ οἱ Πρωτομάχου υἱεῖς τοῦ λαβόντος τὴν ἐμὴν μητέρα πρότερον, εἶθʼ ὁ τὴν ἀδελφὴν τὴν ἐμὴν τὴν ἐκ τοῦ Πρωτομάχου γήμας Εὔνικος Χολαργεύς, εἶθʼ υἱὸς τῆς ἀδελφῆς.
首先是一位外甥,然后是另一位外甥的两个儿子,然后是一位表兄弟的儿子,然后是以前娶了我母亲的普罗托马科斯的儿子们,然后是娶了我与普罗托马科斯所生姐妹的霍拉尔戈斯区的埃乌尼科斯,最后是那姐妹的儿子。
§69ἀλλὰ μὴν καὶ φράτερες τῶν οἰκείων αὐτῆς καὶ δημόται ταῦτα μεμαρτυρήκασι.
而且,她亲属的胞族成员和区民们也都为此作证。
τίνος οὖν ἂν προσδέοισθε;
那么,你们还需要什么呢?
καὶ γὰρ ὅτι κατὰ τοὺς νόμους ὁ πατὴρ ἔγημεν καὶ γαμηλίαν τοῖς φράτερσιν εἰσήνεγκεν μεμαρτύρηται.
因为不仅有证言表明我父亲依法娶了她,并向胞族成员献上了结婚献礼。
πρὸς δὲ τούτοις καὶ ἐμαυτὸν ἐπέδειξα πάντων μετειληφόθʼ ὅσων προσήκει τοὺς ἐλευθέρους.
此外,我也已经表明,我自身分享了属于自由民的一切权利。
ὥστε πανταχῇ δικαίως καὶ προσηκόντως ἡμῖν ἂν προσθέμενοι τὴν ψῆφον εὐορκοίητε.
因此,如果你们在各方面都公正且妥当地把票投给我们,你们就恪守了誓言。
§70ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, τοὺς ἐννέα ἄρχοντας ἀνακρίνετε, εἰ γονέας εὖ ποιοῦσιν.
此外,诸位陪审员,你们在审查九位执政官时,会询问他们是否善待父母。
ἐγὼ δὲ τοῦ μὲν πατρὸς ὀρφανὸς κατελείφθην, τὴν δὲ μητέρʼ ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ διὰ τοῦτον τὸν ἀγῶνʼ ἀπόδοτέ μοι θάψαι εἰς τὰ πατρῷα μνήματα καὶ μή με κωλύσητε, μηδʼ ἄπολιν ποιήσητε, μηδὲ τῶν οἰκείων ἀποστερήσητε τοσούτων ὄντων τὸ πλῆθος, καὶ ὅλως ἀπολέσητε.
而我,虽然失去了父亲成为孤儿,但对于我的母亲,我恳求并哀求你们,通过这场诉讼,把她还给我,允许我将她安葬在祖先的墓地里,请不要阻拦我,不要让我失去国籍,不要剥夺我与这许多亲属的联系,更不要彻底毁灭我。
πρότερον γὰρ ἢ προλιπεῖν τούτους, εἰ μὴ δυνατὸν ὑπʼ αὐτῶν εἴη σωθῆναι, ἀποκτείναιμʼ ἂν ἐμαυτόν, ὥστʼ ἐν τῇ πατρίδι γʼ ὑπὸ τούτων ταφῆναι.
因为,如果无法通过他们获得救助,与其抛弃他们,我宁可自尽,以便至少能在祖国由他们安葬。

词汇与语法注释

  1. 64καταγνοίη μου τοσαύτην μανίαν — 动词 καταγιγνώσκω(“判定某人具有某罪或某种过错/性质”)支配人称属格(μου)与表示过错或指责内容的宾格(τοσαύτην μανίαν)。
  2. 65οὐ γὰρ ἔφθη μοι συμβᾶσʼ ἡ ἀτυχία καὶ εὐθύς — 动词 φθάνω 伴随分词(此处为 συμβᾶσα),并与 καί 或 εὐθύς, 连用,是表示“一……就……(刚……立刻就……)”的惯用句式。直译为“我的不幸降临并没有抢先,而是立刻……”。
  3. 67καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται — 动词 φαίνομαι 伴随分词(此处为完了被动分词 διεψηφισμένοι)时,表示确凿的事实(“显然已经投票表决”),而伴随不定式时则表示“似乎(但实际可能并非如此)”。

引用这一段

狄摩西尼, 控诉埃乌布利德斯 §63-70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:63-70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。