§56ἐνθυμείσθω γὰρ ἕκαστος ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἑαυτῷ προσήκοντας τίνʼ ἄλλον ἂν δύναιτʼ ἐπιδεῖξαι τρόπον ἢ τὸν αὐτὸν ἐμοί, μαρτυροῦντας, ὀμνύοντας, πάλαι τοὺς αὐτοὺς ἀπὸ τῆς ἀρχῆς ὄντας;
雅典的诸位,请你们每个人想一想,除了用我所用的同样方法——让他们出面作证、宣誓、且自始至终都是同一批人之外,还能用什么别的方法来证明自己的亲属呢?
διὰ ταῦτα τοίνυν ἐγὼ πιστεύων ἐμαυτῷ κατέφυγον εἰς ὑμᾶς.
\n因此,我凭着对自己的信心,向你们寻求庇护。
ὁρῶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον τῶν ἀποψηφισαμένων Ἁλιμουσίων ἐμοῦ κυριώτερʼ ὄντα τὰ δικαστήρια, ἀλλὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου, δικαίως· κατὰ γὰρ πάνθʼ αἱ παρʼ ὑμῖν εἰσι κρίσεις δικαιόταται.
因为我看到,雅典的诸位,法庭不仅比投票除名我的哈利穆斯区民更有权威,而且也比议会和公民大会更有权威,这是理所当然的;因为在一切事情上,你们法庭的判决是最公正的。
§57ἐνθυμεῖσθε τοίνυν κἀκεῖνο, ὅσοι τῶν μεγάλων δήμων ἐστέ, ὡς οὐδένʼ ἀπεστερεῖτʼ οὔτε κατηγορίας οὔτʼ ἀπολογίας.
\n 因此,你们当中凡是属于大区的人,也请考虑这一点:你们没有剥夺任何人的指控权或辩护权。
καὶ πόλλʼ ἀγαθὰ γένοιτο πᾶσιν ὑμῖν τοῖς δικαίως τούτῳ τῷ πράγματι χρησαμένοις, ὅτι καὶ τῶν ἀναβαλέσθαι δεομένων οὐκ ἀφῄρησθε τὸ παρασκευάσασθαι· ᾧ καὶ τοὺς συκοφαντοῦντας καὶ διʼ ἔχθραν ἐπιβουλεύοντας ἐξηλέγχετε.
愿你们所有公正对待此事的人都获得福祉,因为你们甚至没有剥夺那些需要延期的人做准备的机会;借此,你们也揭露了那些进行中伤和因敌意而设下阴谋的人。
§58καὶ ὑμᾶς μὲν ἄξιον ἐπαινεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς δὲ καλῷ καὶ δικαίῳ πράγματι μὴ καλῶς χρησαμένους ψέγειν.
\n 雅典的诸位,赞扬你们是理所应当的,而谴责那些没有以得体的方式使用这一美好而公正的制度的人也是理所应当的。
ἐν οὐδενὶ τοίνυν εὑρήσετε τῶν δήμων δεινότερα γεγενημένα τῶν παρʼ ἡμῖν.
你们在任何区都找不到比我们区所发生的事情更恶劣的了。
οὗτοι γὰρ ἀδελφῶν ὁμομητρίων καὶ ὁμοπατρίων τῶν μέν εἰσιν ἀπεψηφισμένοι, τῶν δʼ οὔ, καὶ πρεσβυτέρων ἀνθρώπων ἀπόρων, ὧν τοὺς υἱεῖς ἐγκαταλελοίπασιν·
因为,对于同父同母的亲兄弟,他们投票除名了其中的一些人,却没有除名另一些人;对于贫困的老人,他们保留了他们的儿子在名册中,却把老人除名了。
καὶ τούτων ἂν βούλησθε, μάρτυρας παρέξομαι.
如果你们愿意,我将为这些事情提供证人。
§59ὃ δὲ πάντων δεινότατον οἱ συνεστηκότες πεποιήκασιν (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς ὑπολάβῃ δυσκόλως, ἐὰν τοὺς ἠδικηκότας ἐμαυτὸν πονηροὺς ὄντας ἐπιδεικνύω· νομίζω γὰρ ὑμῖν τὴν τούτων πονηρίαν δεικνὺς εἰς αὐτὸ τὸ πρᾶγμα λέγειν τὸ γενόμενόν μοι)· οὗτοι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, βουλομένους τινὰς ἀνθρώπους ξένους πολίτας γενέσθαι, Ἀναξιμένην καὶ Νικόστρατον, κοινῇ διανειμάμενοι πέντε δραχμὰς ἕκαστος προσεδέξαντο.
\n 而这些共谋者所做过的最恶劣的事情(看在宙斯和诸神的份上,请大家不要因为我揭露那些伤害我的人的邪恶而感到不快;因为我相信,向你们揭露他们的邪恶就是在说明发生在我身上的这件事情本身)——雅典的诸位,当某些外国人想要成为公民时,即阿纳克西梅内斯和尼科斯特拉托斯,这些人共同分赃,每人分得五德拉克马,就接纳了他们。
καὶ ταῦτʼ οὐκ ἂν ἐξομόσαιτʼ Εὐβουλίδης οὐδʼ οἱ μετʼ αὐτοῦ μὴ οὐκ εἰδέναι.
而埃乌布里德斯和他的同伙绝不能发誓否认自己不知道这件事。
καὶ νῦν τούτων οὐκ ἀπεψηφίσαντο.
而且现在,他们并没有投票除名这些人。
τί οὖν οὐκ ἂν οἴεσθε τούτους ἰδίᾳ ποιῆσαι, οἳ κοινῇ ταῦτʼ ἐτόλμων;
那么,你们认为这些在公共事务中敢于做出这种事情的人,在私底下还有什么做不出来的呢?
§60πολλούς, ὦ ἄνδρες δικασταί, οἱ μετʼ Εὐβουλίδου συνεστῶτες καὶ ἀπολωλέκασιν καὶ σεσῴκασιν ἕνεκʼ ἀργυρίου.
\n 诸位陪审员,埃乌布里德斯身边的共谋者们为了金钱,既毁灭了许多人,也挽救了许多人。
ἐπεὶ καὶ τὸ πρότερον (ἐρῶ δʼ εἰς αὐτὸ τὸ πρᾶγμʼ, ὦ ἄνδρες Ἀθηναῖοι) δημαρχῶν ὁ Εὐβουλίδου πατήρ, ὥσπερ εἶπον, Ἀντίφιλος, τεχνάζει βουλόμενος παρά τινων λαβεῖν ἀργύριον, καὶ ἔφη τὸ κοινὸν γραμματεῖον ἀπολωλέναι, ὥστʼ ἔπεισε διαψηφίσασθαι τοὺς Ἁλιμουσίους περὶ αὑτῶν, καὶ κατηγορῶν δέκα τῶν δημοτῶν ἐξέβαλεν, οὓς ἅπαντας πλὴν ἑνὸς κατεδέξατο τὸ δικαστήριον.
因为甚至在以前(雅典的诸位,我将说明这件事情本身),正如我所说,埃乌布里德斯的父亲安蒂菲洛斯在担任区长时,企图向某些人勒索钱财,便设下诡计,声称公区名册已经丢失,从而说服哈利穆斯区民对他们自己(的身份)进行表决,并通过指控排除了十名区民,而除了其中一人外,法庭接纳并恢复了所有这些人的身份。
καὶ ταῦτα πάντες ἴσασιν οἱ πρεσβύτεροι.
所有年长的人都知道这些事。
§61πολλοῦ γʼ ἔδεόν τινας ἐγκαταλιπεῖν τῶν μὴ Ἀθηναίων, ὅπου καὶ τοὺς ὄντας πολίτας συνιστάμενοι ἐξέβαλον, οὓς τὸ δικαστήριον κατεδέξατο.
\n 他们非但没有遗漏任何非雅典人,反而拉帮结派,排除了那些本是公民的人(而法庭后来接纳了他们)。
καὶ ὢν ἐχθρὸς τῷ ἐμῷ πατρὶ τότʼ οὐ μόνον οὐ κατηγόρησεν, ἀλλʼ οὐδὲ τὴν ψῆφον ἤνεγκεν ὡς οὐκ ἦν Ἀθηναῖος.
安蒂菲洛斯当时虽是我父亲的仇人,不仅没有指控他,甚至连一票都没有投,以声称他不是雅典人。
τῷ τοῦτο δῆλον;
这由什么可以证明呢?
ὅτι ἁπάσαις ἔδοξεν δημότης εἶναι.
因为我父亲获得了所有的赞成票被接纳为区民。
καὶ τί δεῖ περὶ τῶν πατέρων λέγειν;
又何必只说父亲们的事呢?
ἀλλʼ Εὐβουλίδης αὐτὸς οὑτοσί, ἡνίκʼ ἐνεγράφην ἐγὼ καὶ ὀμόσαντες οἱ δημόται δικαίως πάντες περὶ ἐμοῦ τὴν ψῆφον ἔφερον, οὔτε κατηγόρησεν οὔτʼ ἐναντίαν τὴν ψῆφον ἤνεγκεν· καὶ γὰρ ἐνταῦθα πάλιν ἐμὲ πάντες ἐψηφίσαντο δημότην.
这个埃乌布里德斯本人,在我被登记入册、所有区民在宣誓后公正地对我进行投票时,他既没有指控我,也没有投反对票;因为在那个时候,所有人又都投票赞成我为区民。
καὶ εἴ φασίν με τοῦτο ψεύδεσθαι, ἐπὶ τοῦ ἐμοῦ ὕδατος ὅστις βούλεται τούτων τἀναντία μαρτυρησάτω.
如果他们说我在这件事上撒谎,那么在我的水表(发言时间)内,他们中任何想要的人大可以出来作相反的证言。
§62εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο δοκοῦσιν οὗτοι λέγειν μάλιστʼ ἰσχυρόν, ὡς ἀπεψηφίσαντό μου νῦν οἱ δημόται, ἐγὼ τετράκις ἐπιδεικνύω πρότερον, ὅθʼ ὁσίως ἄνευ συστάσεως ἐψηφίσαντο, καὶ ἐμὲ καὶ τὸν πατέρα δημότας αὑτῶν εἶναι ψηφισαμένους, πρῶτον μέν γε τοῦ πατρὸς δοκιμασθέντος, εἶτʼ ἐμοῦ, εἶτʼ ἐν τῇ προτέρᾳ διαψηφίσει, ὅτʼ ἠφάνισαν οὗτοι τὸ γραμματεῖον· τὸ δὲ τελευταῖον προκρίναντες ἐμὲ ἐψηφίσαντʼ ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ.
\n 雅典的诸位,因此,如果这些人认为这(即区民们现在投票除名了我)是他们最强有力的论点,那么我向你们指出,在此之前曾有四次机会,在他们虔敬且没有合谋的情况下进行投票,决定了我和我的父亲都是他们的区民:第一次是在我父亲接受审查时,第二次是在我接受审查时,第三次是在这些人使名册消失之后的上一次投票中,最后一次则是他们推选我为候选人,并投票决定我应该在出身最高贵的人当中参与赫拉克勒斯祭司的抽签。
καὶ ταῦτα πάντα μεμαρτύρηται.
而所有这些事情都已得到证实。