← デモステネス

第五十七弁論 エウブリデスへの抗弁

§63-70

区長時代の対立と両親双方の家系による市民権の総括

話者は、自身が区長時代に公金の取り立てを行ったことでエウブリデスらと対立し、彼らによる嫌がらせや共謀を招いたと述べる。その上で、陪審員たちの前で自身の父親と母親の家系・親族関係を一人ずつ提示し、自分が正当な市民であることを体系的に証明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§63

εἰ δὲ δεῖ τὴν δημαρχίαν λέγειν, διʼ ἣν ὠργίζοντό μοί τινες, ἐν ᾗ διάφορος ἐγενόμην εἰσπράττων ὀφείλοντας πολλοὺς αὐτῶν μισθώσεις τεμενῶν καὶ ἕτερʼ ἃ τῶν κοινῶν διηρπάκεσαν, ἐγὼ μὲν ἂν βουλοίμην ὑμᾶς ἀκούειν, ἀλλʼ ἴσως ἔξω τοῦ πράγματος ὑπολήψεσθε ταῦτʼ εἶναι. ἐπεὶ καὶ τοῦτʼ ἔχω δεικνύναι τεκμήριον ὡς συνέστησαν· ἔκ τε γὰρ τοῦ ὅρκου ἐξήλειψαν τὸ ψηφιεῖσθαι γνώμῃ τῇ δικαιοτάτῃ καὶ οὔτε χάριτος ἕνεκʼ οὔτʼ ἔχθρας·

しかし、もし私の区長職について語らねばならないとすれば――その職務のゆえにある者たちは私に怒りを抱いたのであり、その中で私は、神域の賃貸料や彼らが掠め取ったその他の共有財産を滞納していた彼らの多くの者からそれらを取り立てることで、彼らと対立することになったのですが――私は皆さんにそれを聞いてもらいたいと思うものの、おそらく皆さんは、そうしたことは事件の範囲外であるとみなすでしょう。とはいえ、彼らが共謀したという証拠として、私は次のことも示すことができます。彼らは誓いの中から、最も公正な判断に従い、好意のゆえでも敵意のゆえでもなく投票する、という文言を抹消したからです。

§64

καὶ γὰρ τοῦτο φανερὸν ἐγένετο καὶ ὅτι ἱεροσυλήσαντες τὰ ὅπλα (εἰρήσεται γάρ), ἃ ἐγὼ ἀνέθηκα τῇ Ἀθηνᾷ, καὶ τὸ ψήφισμʼ ἐκκολάψαντες ὃ ἐμοὶ ἐψηφίσανθʼ οἱ δημόται, συνώμνυον οὗτοι ἐπʼ ἐμὲ οἱ ὑπʼ ἐμοῦ τὰ κοινὰ εἰσπραχθέντες. καὶ εἰς τοσοῦτʼ ἀναιδείας ἐληλύθασιν, ὥστʼ ἔλεγον περιιόντες ἐμὲ τῆς ἀπολογίας ἕνεκα ταῦτα ποιῆσαι. καὶ τίς ὑμῶν ἂν καταγνοίη μου τοσαύτην μανίαν,1 ὦ ἄνδρες δικασταί, ὥστε τηλικούτων ἕνεκα πρὸς τὸ πρᾶγμα τεκμηρίων ἄξια θανάτου διαπράξασθαι, καὶ ἃ ἐμοὶ φιλοτιμίαν ἔφερεν, ταῦτʼ ἀφανίζειν;

というのも、次のことも明らかになったからです。すなわち、私がアテナ女神に奉納した武具を盗み出し(語るべきことは語りましょう)、また区民たちが私のために決議してくれた決議文を削り取った上で、私によって共有財産の返還を取り立てられたこれらの者たちが、私に対して共謀の誓いを立てたということです。そして、彼らはそこまでの図々しさに達しており、あちこちを歩き回って、私が自分の弁明のためにこれらのことを自ら行ったのだと言いふらしていました。しかし裁判員の皆さん、皆さんの中の誰が、私にそれほどの狂気があるとみなすでしょうか。事件のためのそのような証拠のために、死に値する行為を犯し、私に名誉をもたらしていたものを自ら消し去るなどという狂気があるなどと。

§65

τὸ δὲ πάντων δεινότατον οὐ δήπου γε φήσαιεν ἂν ἐμὲ κατασκευάσαι. οὐ γὰρ ἔφθη μοι συμβᾶσʼ ἡ ἀτυχία καὶ εὐθύς,2 ὥσπερ φυγάδος ἤδη μου ὄντος καὶ ἀπολωλότος, τούτων τινὲς ἐπὶ τὸ οἰκίδιον ἐλθόντες τὸ ἐν ἀγρῷ νύκτωρ ἐπεχείρησαν διαφορῆσαι τὰ ἔνδοθεν· οὕτω σφόδρʼ ὑμῶν καὶ τῶν νόμων κατεφρόνησαν. καὶ ταῦτα τοὺς εἰδότας, ἐὰν βούλησθε, καλοῦμεν.

しかし、すべてのうちで最もひどい出来事については、まさか私が仕組んだものだとは彼らも言えないでしょう。私にこの不運が降りかかるやいなや、まるで私がすでに追放されて破滅した者であるかのように、彼らのうちのある者たちが夜間に田舎の小さな家に押し入り、家の中の家財を略奪しようとしたからです。それほどまでに、彼らは皆さんと法律を激しく侮ったのです。もし皆さんがお望みなら、これらを知る者たちを呼びましょう。

§66

πολλὰ δʼ ἔχων καὶ ἄλλʼ ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι, ἐπειδὴ δʼ ἔξω τοῦ πράγματος νομίζετʼ εἶναι, ἐάσω. ἀναμνήσθητε δʼ ἐκείνων καὶ θεάσασθε, ὡς πολλὰ καὶ δίκαιʼ ἔχων πρὸς ὑμᾶς ἥκω. ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε, ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ.

彼らによって行われたことや、彼らが嘘をついている他の多くのことを示すことができますし、喜んで皆さんにお話ししたいところですが、皆さんが事件の範囲外であると思われるでしょうから、やめておきます。しかし、それらのことを思い出し、私がどれほど多くの正当な根拠を持って皆さんの前に来ているかをご覧になってください。皆さんがテスモテテス(法制定官)を審査するのと同じ方法で、私も同じように、自分自身を皆さんの前で審査することにいたします。

§67

ὦ ἄνθρωπε, τίς ἦν σοι πατήρ; ἐμοί; Θούκριτος. οἰκεῖοί τινες εἶναι μαρτυροῦσιν αὐτῷ; πάνυ γε, πρῶτον μέν γε τέτταρες ἀνεψιοί, εἶτʼ ἀνεψιαδοῦς, εἶθʼ οἱ τὰς ἀνεψιὰς λαβόντες αὐτῷ, εἶτα φράτερες, εἶτʼ Ἀπόλλωνος πατρῴου καὶ Διὸς ἑρκείου γεννῆται, εἶθʼ οἷς ἠρία ταὐτά, εἶθʼ οἱ δημόται πολλάκις αὐτὸν δεδοκιμάσθαι καὶ ἀρχὰς ἄρξαι, καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται.3 τὰ μὲν τοίνυν περὶ τοῦ πατρὸς πῶς ἂν ὑμῖν δικαιότερον ἢ καθαρώτερον ἐπιδείξαιμι; καλῶ δʼ ὑμῖν τοὺς οἰκείους, εἰ βούλεσθε. τὰ δὲ περὶ τῆς μητρὸς ἀκούσατε.

「もしもし、あなたの父親は誰でしたか。」 「私のですか。トウクリトスです。」 「彼の親族であることを証言する者たちはいますか。」 「もちろんです。まず第一に、従兄弟が4人、次に従兄弟の息子、次に彼の従姉妹たちと結婚した者たち、次にフラトリア(兄弟団)の成員、次に祖先神アポロンと家宅の守護神ゼウスの祭祀を共にする一族の者たち、次に同じ墓を共有する者たち、そして区民たちが、父が何度も審査を受け、官職を務めたこと、また彼ら自身が投票で父を承認したことを証言しています。」 それでは、父親に関する事柄を、これ以上どのようにして、より正当に、あるいはより明白に皆さんに示すことができるでしょうか。お望みなら、皆さんのためにその親族たちを呼びましょう。では、母親に関する事柄をお聞きください。

§68

ἐμοὶ γάρ ἐστιν μήτηρ Νικαρέτη Δαμοστράτου θυγάτηρ Μελιτέως. ταύτης τίνες οἰκεῖοι μαρτυροῦσιν; πρῶτον μὲν ἀδελφιδοῦς, εἶτα τοῦ ἑτέρου ἀδελφιδοῦ δύʼ υἱοί, εἶτʼ ἀνεψιαδοῦς, εἶθʼ οἱ Πρωτομάχου υἱεῖς τοῦ λαβόντος τὴν ἐμὴν μητέρα πρότερον, εἶθʼ ὁ τὴν ἀδελφὴν τὴν ἐμὴν τὴν ἐκ τοῦ Πρωτομάχου γήμας Εὔνικος Χολαργεύς, εἶθʼ υἱὸς τῆς ἀδελφῆς.

私には、メリテ区のダモストラトスの娘である、ニカレテという母親がいます。彼女の親族として、どのような人々が証言しているでしょうか。第一に甥、次に別の甥の二人の息子、次に従兄弟の息子、次に私の母親と以前結婚していたプロトマコスの息子たち、次にプロトマコスとの間に生まれた私の姉妹と結婚したコラルゴス区のエウニコス、次にその姉妹の息子です。

§69

ἀλλὰ μὴν καὶ φράτερες τῶν οἰκείων αὐτῆς καὶ δημόται ταῦτα μεμαρτυρήκασι. τίνος οὖν ἂν προσδέοισθε; καὶ γὰρ ὅτι κατὰ τοὺς νόμους ὁ πατὴρ ἔγημεν καὶ γαμηλίαν τοῖς φράτερσιν εἰσήνεγκεν μεμαρτύρηται. πρὸς δὲ τούτοις καὶ ἐμαυτὸν ἐπέδειξα πάντων μετειληφόθʼ ὅσων προσήκει τοὺς ἐλευθέρους. ὥστε πανταχῇ δικαίως καὶ προσηκόντως ἡμῖν ἂν προσθέμενοι τὴν ψῆφον εὐορκοίητε.

さらに、彼女の親族のフラトリアの成員や、区民たちもこれらのことを証言しています。それなら、皆さんは他に何を必要とされるでしょうか。なぜなら、父親が法律に従って彼女と結婚し、フラトリアの成員たちに結婚の祝宴を催したことも証言されているからです。これらに加えて、私もまた、自由民にふさわしいあらゆる恩恵を分かち合ってきたことを示しました。したがって、あらゆる点において公正かつ適切に、私たちに一票を投じて賛成してくださるなら、皆さんは誓いを守ることになります。

§70

ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, τοὺς ἐννέα ἄρχοντας ἀνακρίνετε, εἰ γονέας εὖ ποιοῦσιν. ἐγὼ δὲ τοῦ μὲν πατρὸς ὀρφανὸς κατελείφθην, τὴν δὲ μητέρʼ ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ διὰ τοῦτον τὸν ἀγῶνʼ ἀπόδοτέ μοι θάψαι εἰς τὰ πατρῷα μνήματα καὶ μή με κωλύσητε, μηδʼ ἄπολιν ποιήσητε, μηδὲ τῶν οἰκείων ἀποστερήσητε τοσούτων ὄντων τὸ πλῆθος, καὶ ὅλως ἀπολέσητε. πρότερον γὰρ ἢ προλιπεῖν τούτους, εἰ μὴ δυνατὸν ὑπʼ αὐτῶν εἴη σωθῆναι, ἀποκτείναιμʼ ἂν ἐμαυτόν, ὥστʼ ἐν τῇ πατρίδι γʼ ὑπὸ τούτων ταφῆναι.

さらに裁判員の皆さん、皆さんは9人のアルコンを審査する際、親を大切に扱っているかどうかを尋ねます。私は父親を失って孤児として残されましたが、母親については、皆さんに懇願し、哀願します。この裁判を通じて、彼女を私に返し、先祖代々の墓に葬ることを許してください。私を妨げないでください。私を国のない者にしないでください。これほど大勢の親族たちから私を引き離さないでください。そして私を完全に破滅させないでください。なぜなら、彼らによって救われることが不可能であるならば、彼らを見捨てるよりはむしろ、私は自ら命を絶ち、少なくとも祖国で彼らの手によって葬られたいと思うからです。

構文注3 件
  1. 64καταγνοίη μου τοσαύτην μανίαν

    動詞 καταγιγνώσκω(「…に~があると断定する・判定する」)は、非難・評価される対象(人)を属格(μου)で、その非難される内容(性質や罪)を対格(τοσαύτην μανίαν)で支配する二重格支配の構造をとる。

  2. 65οὐ γὰρ ἔφθη μοι συμβᾶσʼ ἡ ἀτυχία καὶ εὐθύς

    接続詞 καί または副詞 εὐθύς を伴う φθάνω +分詞(ここでは συμβᾶσα)の構文は、「…するやいなや、ただちに〜した」という、二つの出来事がほとんど同時に起こったことを表す慣用表現。直訳すると「不運が私に降りかかるのが先んじることはなく、ただちに…」となる。

  3. 67καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται

    動詞 φαίνομαι は、不定詞を伴うと「〜であるように見える(実際はそうでないかもしれない)」を意味するが、分詞(ここでは完了受動分詞 διεψηφισμένοι)を伴うと「明らかに〜している、〜したことが明らかである」という確実な事実を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:63-70