§44ὑμεῖς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ἐπιτρέπετε τούτοις οὕτως ἔχουσιν, μηδʼ ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν αὐτοὺς ἐᾶτε, ὡς, ἐὰν μὲν κατορθώσωσι, τἀλλότρια ἕξοντας, ἐὰν δὲ μὴ δύνωνται ἐξαπατῆσαι ὑμᾶς, αὐτὰ τὰ ὀφειλόμενα ἀποδώσοντας·
雅典人啊,因此你们决不能放任他们如此行事,也绝不能允许他们“以双锚停泊”(脚踏两只船):他们盘算着若能得逞便吞并他人财产,若无法欺骗你们,则只需偿还原本的债务。
ἀλλὰ τοῖς ἐπιτιμίοις ζημιοῦτε τοῖς ἐκ τῆς συγγραφῆς.
相反,你们要用契约规定的罚则来惩罚他们。
καὶ γὰρ ἂν δεινὸν εἴη, αὐτοὺς μὲν τούτους διπλασίαν καθʼ αὑτῶν τὴν ζημίαν γράψασθαι, ἐάν τι παραβαίνωσι τῶν ἐν τῇ συγγραφῇ, ὑμᾶς δʼ ἠπιωτέρως ἔχειν πρὸς αὐτούς, καὶ ταῦτα οὐχ ἧττον ἡμῶν συνηδικημένους.
因为如果这些人在违反契约条款时为自己规定了双倍的惩罚,而你们却对他们格外的宽容,——况且你们与我们一样同样遭受了不公,——那可就太荒谬了。
§45τὰ μὲν οὖν περὶ τοῦ πράγματος δίκαια βραχέα ἐστὶ καὶ εὐμνημόνευτα.
至于本案的公义道理,其实非常简短且易于记忆。
ἐδανείσαμεν Διονυσοδώρῳ τουτῳὶ καὶ τῷ κοινωνῷ αὐτοῦ τρισχιλίας δραχμὰς Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε·
我们向这个狄奥尼索多罗斯和他的合伙人借出了三千德拉克马,用于从雅典到埃及、再从埃及回到雅典的航行。
οὐκ ἀπειλήφαμεν τὰ χρήματα οὐδὲ τοὺς τόκους, ἀλλʼ ἔχουσι τὰ ἡμέτερα καὶ χρῶνται δεύτερον ἔτος·
我们既没有收到本金,也没有收到利息,而他们拿着我们的财产,已经在使用的第二年了。
οὐ κατακεκομίκασιν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον οὐδέπω καὶ νῦν, οὐδʼ ἡμῖν παρεσχήκασιν ἐμφανῆ·
他们至今还没有把船开进你们的商港,也从未向我们呈示过。
ἡ δὲ συγγραφὴ κελεύει, ἐὰν μὴ παρέχωσιν ἐμφανῆ τὴν ναῦν, ἀποτίνειν αὐτοὺς διπλάσια τὰ χρήματα, τὴν δὲ πρᾶξιν εἶναι καὶ ἐξ ἑνὸς καὶ ἐξ ἀμφοῖν.
然而契约规定,如果他们不能呈示完好的船只,就要赔偿双倍的资金,并且我们可以向其中一人或同时向两人进行索赔。
§46ταῦτʼ ἔχοντες τὰ δίκαια εἰσεληλύθαμεν πρὸς ὑμᾶς, ἀξιοῦντες τὰ ἡμέτερα αὐτῶν ἀπολαβεῖν διʼ ὑμῶν, ἐπειδὴ παρʼ αὐτῶν τούτων οὐ δυνάμεθα.
我们正是带着这些正当的诉求来到你们面前,要求通过你们的帮助收回我们自己的财产,因为我们无法从他们自己那里得到。
ὁ μὲν παρʼ ἡμῶν λόγος οὗτός ἐστιν.
我们这边的申诉就是这样。
οὗτοι δὲ δανείσασθαι μὲν ὁμολογοῦσιν καὶ μὴ ἀποδεδωκέναι, διαφέρονται δὲ ὡς οὐ δεῖ τελεῖν αὐτοὺς τοὺς τόκους τοὺς ἐν τῇ συγγραφῇ, ἀλλὰ τοὺς εἰς Ῥόδον, οὓς οὔτε συνεγράψαντο οὔτε ἔπεισαν ἡμᾶς.
而这些人虽然承认借了钱且未偿还,但他们争辩说自己不该支付契约中规定的利息,而只该支付到罗得岛的利息,而这既非契约所写,也未曾征得我们的同意。
εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, §47ἐν τῷ Ῥοδίων δικαστηρίῳ ἐκρινόμεθα, ἴσως ἂν οὗτοι ἐπλεονέκτουν ἡμῶν, σεσιτηγηκότες πρὸς αὐτοὺς καὶ καταπεπλευκότες τῇ νηὶ εἰς τὸ ἐκείνων ἐμπόριον·
雅典人啊,如果说,我们是在罗得岛人的法庭上进行审判,这些人或许会对我们占优势,因为他们曾向罗得岛人供应粮食,并将船开进了他们的商港。
νῦν δὲ εἰς Ἀθηναίους εἰσεληλυθότες καὶ συγγραψάμενοι εἰς τὸ ὑμέτερον ἐμπόριον, οὐκ ἀξιοῦμεν ἐλαττωθῆναι ὑπὸ τῶν καὶ ἡμᾶς καὶ ὑμᾶς ἠδικηκότων.
但现在他们已经来到了雅典人面前,并且是针对你们的商港签订了契约,我们认为,不应该让这些既侵害了我们又侵害了你们的人使我们蒙受损失。
§48χωρὶς δὲ τούτων, ἄνδρες Ἀθηναῖοι, μὴ ἀγνοεῖτε, ὅτι νυνὶ μίαν δίκην δικάζοντες νομοθετεῖτε ὑπὲρ ὅλου τοῦ ἐμπορίου, καὶ παρεστᾶσι πολλοὶ τῶν κατὰ θάλατταν ἐργάζεσθαι προαιρουμένων ὑμᾶς θεωροῦντες, πῶς τὸ πρᾶγμα τουτὶ κρίνετε.
除此之外,雅典人啊,你们不要忘记,今天你们裁决这一个案件,其实是在为整个商港立法。 许多选择从事海上贸易的人正站在一旁,观察着你们如何裁决这个案子。
εἰ μὲν γὰρ ὑμεῖς τὰς συγγραφὰς καὶ τὰς ὁμολογίας τὰς πρὸς ἀλλήλους γιγνομένας ἰσχυρὰς οἴεσθε δεῖν εἶναι καὶ τοῖς παραβαίνουσιν αὐτὰς μηδεμίαν συγγνώμην ἕξετε, ἑτοιμότερον προήσονται τὰ ἑαυτῶν οἱ ἐπὶ τοῦ δανείζειν ὄντες, ἐκ δὲ τούτων αὐξηθήσεται ὑμῖν τὸ ἐμπόριον.
因为如果你们认为人与人之间达成的契约和协定必须具有强制力,并且对违反者绝不姑息,那么出借资金的人就会更乐意提供他们的财产,从而你们的商港也会因此繁荣起来。
§49εἰ μέντοι ἐξέσται τοῖς ναυκλήροις, συγγραφὴν γραψαμένοις ἐφʼ ᾧ τε καταπλεῖν εἰς Ἀθήνας, ἔπειτα κατάγειν τὴν ναῦν εἰς ἕτερα ἐμπόρια, φάσκοντας ῥαγῆναι καὶ τοιαύτας προφάσεις ποριζομένους οἵαισπερ καὶ Διονυσόδωρος οὑτοσὶ χρῆται, καὶ τοὺς τόκους μερίζειν πρὸς τὸν πλοῦν ὃν ἂν φήσωσιν πεπλευκέναι, καὶ μὴ πρὸς τὴν συγγραφήν, οὐδὲν κωλύσει ἅπαντα τὰ συμβόλαια διαλύεσθαι.
然而,如果船主们在签订了驶往雅典的契约之后,却可以声称船只受损,并准备像这个狄奥尼索多罗斯所用的那般借口,把船开往其他商港,并且按照他们口称的航程而非按照契约来分摊利息,那么将没有什么能阻止所有的契约被废除。
§50τίς γὰρ ἐθελήσει τὰ ἑαυτοῦ προέσθαι, ὅταν ὁρᾷ τὰς μὲν συγγραφὰς ἀκύρους, ἰσχύοντας δὲ τοὺς τοιούτους λόγους, καὶ τὰς αἰτίας τῶν ἠδικηκότων ἔμπροσθεν οὔσας τοῦ δικαίου;
因为当人们看到契约无效、此类辩词得势、且违法者的借口居然凌驾于公义之上时,还有谁会愿意拿出自己的财产呢?
μηδαμῶς, ὦ ἄνδρες δικασταί·
陪审员诸位,千万不能这样。
οὔτε γὰρ τῷ πλήθει τῷ ὑμετέρῳ συμφέρει τοῦτο οὔτε τοῖς ἐργάζεσθαι προῃρημένοις, οἵπερ χρησιμώτατοί εἰσιν καὶ κοινῇ πᾶσιν ὑμῖν καὶ ἰδίᾳ τῷ ἐντυγχάνοντι.
因为这既不利于你们平民大众,也不利于那些选择从事贸易的人,而这些人在公共和私人交往中对你们所有人都是最有用的。
διόπερ δεῖ ὑμᾶς αὐτῶν ἐπιμέλειαν ποιεῖσθαι.
因此,你们必须保护他们。
ἐγὼ μὲν οὖν ὅσαπερ οἷός τʼ ἦν, εἴρηκα· ἀξιῶ δὲ καὶ τῶν φίλων μοί τινα συνειπεῖν.
我已经尽我所能陈述完毕;现在我请求我的一位朋友也出庭协助发言。
δεῦρο Δημόσθενες.
德摩斯梯尼,请到这里来。